Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄ 24

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 24, Εδάφιο 1

1

ΚΑΙ τοῖς υἱοῖς ᾿Ααρὼν διαιρέσεις· Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ.

2

καὶ ἀπέθανε Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ υἱοὶ ᾿Ααρών.

3

καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν ᾿Ελεάζαρ καὶ ᾿Αχιμέλεχ ἐκ τῶν υἱῶν ᾿Ιθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν.

4

καὶ εὑρέθησαν οἱ υἱοὶ ᾿Ελεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς ᾿Ιθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς ᾿Ελεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς ᾿Ιθάμαρ κατ᾿ οἴκους πατριῶν ὀκτώ.

5

καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς ᾿Ελεάζαρ καὶ ἐν τοῖς υἱοῖς ᾿Ιθάμαρ.

6

καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ ᾿Ελεάζαρ καὶ εἷς εἷς τῷ ᾿Ιθάμαρ.

7

καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ ᾿Ιωαρίμ, τῷ ᾿Ιεδίᾳ ὁ δεύτερος,

8

τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος,

9

τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος,

10

τῷ Κὼς ὁ ἕβδομος, τῷ ᾿Αβίᾳ ὁ ὄγδοος,

11

τῷ ᾿Ιησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος,

12

τῷ ᾿Ελιαβὶ ὁ ἑνδέκατος, τῷ ᾿Ιακὶμ ὁ δωδέκατος,

13

τῷ ᾿Οπφᾷ ὁ τρισκαιδέκατος, τῷ ᾿Ιεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος,

14

τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ ᾿Εμμὴρ ὁ ἑκκαιδέκατος,

15

τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ ᾿Αφεσὴ ὁ ὀκτωκαιδέκατος,

16

τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ ᾿Εζεκὴλ ὁ εἰκοστός,

17

τῷ ᾿Αχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός,

18

τῷ ᾿Αδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός.

19

αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς ᾿Ααρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ.

20

Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς ᾿Αμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ ᾿Ιεδία.

21

τῷ Ρααβίᾳ ὁ ἄρχων ᾿Ιεσίας,

22

καὶ τῷ ᾿Ισααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ ᾿Ιάθ.

23

υἱοὶ ᾿Ιεδιοῦ· ᾿Αμαδία ὁ δεύτερος, ᾿Ιαζιὴλ ὁ τρίτος, ᾿Ιεκμοὰμ ὁ τέταρτος.

24

τοῖς υἱοῖς ᾿Οζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ.

25

ἀδελφὸς Μιχὰ ᾿Ισία· υἱὸς ᾿Ισία Ζαχαρία.

26

υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ ᾿Οζία υἱοὶ Βοννί.

27

υἱοὶ Μεραρὶ τῷ ᾿Οζίᾳ, υἱοὶ αὐτοῦ ᾿Ισοὰμ καὶ Σακχοὺρ καὶ ᾿Αβαΐ,

28

τῷ Μοολὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ· καὶ ἀπέθανεν ᾿Ελεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.

29

τῷ Κίς· υἱοὶ τοῦ Κὶς ῾Ιεραμεήλ.

30

καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν.

31

καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ ᾿Ααρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ ᾿Αχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.