Ταύτας οὖν ἔχοντες, ἀγαπητοί, τὰς μαρτυρίας μετὰ τῆς οἴκοθεν καὶ παρ᾽ αὐτῆς τῆς ἀληθείας ἀναμφιλέκτου ἀποδείξεως, καθὼς προαποδέδεικται, παρακαλῶ, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων μηδ᾽ αὖ ὑπὸ τῶν ὑποσκελισθέντων καὶ φρεναπατηθέντων ψευδαδέλφων (ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ἡμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, καθὰ γέγραπται, ὅτι ἡμῖν ἐχαρίσθη ἀπὸ θεοῦ τὸ ὑπὲρ τοῦ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ νῦν ἀκούετε, συμφρονοῦντες, συμψυχοῦντες, συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, ἵνα ἀκούων τὰ περὶ ὑμῶν χαίρω ὁ ἁμαρτωλός. βλέπετε τὸν σατανᾶν, βλέπετε τὴν παρρησίαν, ὁρᾶτε μή τις ἔν τινι παραπικράνοι τὸν θεόν. ὁ γὰρ δράκων ὁ μέγας πολύτεχνός ἐστι καὶ πολύπειρος· ἔνθεν διὰ πίστεως οὐχ εὑρίσκει ὀλέσαι, ἐκεῖθεν τρέχει διὰ παραπτώματος τὸ αὐτὸ κακὸν ἀπεργάσασθαι διὰ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν. βρυχᾷ, ἐπιτηρεῖ ὡς λέων ἁρπάσαι, γαργαλίζει, πῦρ ἀνάπτει, ἐμπιπρᾶν ὀρέγεται τὸν οἶκον τῆς ψυχῆς. ἔχομεν ἐκ θεοῦ τὰ καθαιρετικὰ αὐτοῦ ἀμυντήρια, ὕδωρ κεφαλῆς, πηγὴν δακρύων, δεήσεις, προσευχάς.