Καὶ γὰρ Ἀλήθειαν λέγω, φησὶ, καὶ οὐ ψεύδομαι, καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ. Τί λέγεις, ὦ Παῦλε; Ἀπὸ τοῦ Χριστοῦ τοῦ ποθουμένου, οὗ μήτε βασιλεία σε, μήτε γέεννα ἐχώριζε, μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα, μήτε ἄλλα τοσαῦτα, ἀπὸ τούτου νῦν εὔχῃ ἀνάθεμα εἶναι; Τί γέγονε; μὴ μεταβέβλησαι, καὶ κατέλυσας τὸν πόθον ἐκεῖνον; Οὐχὶ, φησὶ, μὴ δείσῃς· καὶ γὰρ καὶ ἐπέτεινα αὐτὸν μᾶλλον. Πῶς οὖν εὔχῃ ἀνάθεμα εἶναι, καὶ ἀλλοτρίωσιν ζητεῖς, καὶ χωρισμὸν τοιοῦτον, μεθ᾽ ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; Ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ, φησί. Πῶς, εἰπέ μοι, καὶ ποίῳ τρόπῳ; καὶ γὰρ αἰνίγματι τὸ πρᾶγμα ἔοικε. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρῶτον μάθωμεν τί ποτέ ἐστι τὸ ἀνάθεμα, καὶ τότε αὐτὸν ἐρωτήσωμεν περὶ τούτων, καὶ τὴν ἀπόῤῥητον ταύτην καὶ παράδοξον εἰσόμεθα ἀγάπην. Τί οὖν ἐστι τὸ ἀνάθεμα; Ἄκουσον αὐτοῦ λέγοντος· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· τουτέστι, κεχωρίσθω πάντων, ἀλλότριος ἔστω πάντων.