Τί δέ ἐστιν τὸ, Μαραναθᾶ; ὅτι Ὁ Κύριος ἦλθεν. Τίνος δὲ ἕνεκεν αὐτό φησιν, ἢ τὸν οἰκονομίας βεβαιῶν λόγον, ἐξ οὗ μάλιστα τὰ σπέρματα τῆς ἀναστάσεως συνέθηκεν; Ὡσανεὶ ἔλεγεν, Ὁ κοινὸς πάντων Δεσπότης καταβῆναι τοσοῦτον κατηξίωσε, καὶ ὑμεῖς ἐν τοιούτοις ἐστέ; «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.» Τοῦτο γὰρ διδασκάλου, τὸ μὴ μόνον συμβουλεῦσαι, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. «Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, Ἀμήν.» Ἐπειδὴ σφοδρῶς αὐτῶν ἥψατο, καταπραΰνει λοιπόν, ἵνα δὲ μὴ νομίσωσιν, ὅτι ἱκετεύων αὐτοὺς εἰς τοῦτο κατέληξεν, προσέθηκε τὸ, Ἐν Χριστῷ· οὐδὲν γὰρ ἀνθρώπινον ἔχει, οὔτε σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστιν.