Συντρέχει τοίνυν καθ᾽ ἕνα τοῦτον ἡμῖν τὸν καιρὸν, τὸ τοῖς ἄλλοις ἅπασι τὴν ἁπάντων κρείττονα τῶν ἐπὶ γῆς συνανακαινίζεσθαι φύσιν· δημιουργὸς δὲ τούτου Χριστός. Καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ δι᾽ ἑνὸς ἐφώνει τῶν προφητῶν· «Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεὸς ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινίσει σε ἐν τῇ ἀγαπήσει αὑτοῦ.» Ἐν γὰρ τῷ καιρῷ τῆς εἰς ἡμᾶς ἀγαπήσεως, τουτέστιν, ὅτε δι᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, πρὸς καινότητα ζωῆς ὅλην ἐν ἑαυτῷ ἀναμορφώσας τὴν φύσιν, καὶ εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἀναστοιχειώσας, ὡς Θεὸς, ἔαρ μὲν ἡμῖν ἔδειξε νοητὸν, ψυχικοὺς δὲ ὄντας, διὰ τὴν πάλαι κρατήσασαν ἁμαρτίαν, πνευματικοὺς ἀπέδειξε δι᾽ εὐσέβειαν. Καὶ εἴ τῳ μανθάνειν ἡδὺ, καὶ τέθειται περισπούδαστον, καὶ εἰδέναι σαφῶς, τί μὲν εἴη τὸ ἐξ ἀμφοῖν παραδηλούμενον, ποδαπὴ δὲ καὶ ὅσια τῶν ὀνομάτων ἡ διαφορὰ, παρήσω λέγοντα Παῦλον· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται.» Οἱ μὲν γὰρ ἀδιακρίτως εἰς ἅπαν ἁπλῶς χωρεῖν μελετήσαντες τὸ ἀναβαῖνον εἰς νοῦν, καὶ ταῖς τῆς ψυχῆς ἐπιθυμίαις πάντα κάλων ἀνέντες, ἀφορήτως ἔχουσι περὶ τοὺς τοῦ Πνεύματος νόμους σωφρονεῖν ἀναπείθοντας, εὐφυᾶ τε καὶ τετορνευμένον ἐπασκῆσαι τὸν βίον.