Καὶ αὐτὸς κέχρηται τῇ λέξει πάλιν. Ἐπειδὴ γὰρ ἰδιώτης ἦν, τῇ συνήθει λέξει κέχρηται εἰς παράστασιν τῶν νοημάτων. Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἐπηρεαζόμεθα παρὰ τῶν ἐχθρῶν, ἐπιβουλευόμεθα, κωλυόμεθα, ἐμποδιζόμεθα, ἀδικούμεθα, τουτέστι, Κολαφιζόμεθα, κακουχούμεθα, μαστιγούμεθα, δεινὰ πάσχομεν, ἐν δεσμωτηρίῳ ἐμβαλλόμεθα, ἀπαγόμεθα, ἐξοριζόμεθα, λιμῷ παραδιδόμεθα. Ὅλην οὖν ταύτην τὴν κάκωσιν κολαφισμὸν ἐκάλεσε καὶ ταπείνωσιν. Πρόσεχε, καὶ μὴ παραδράμῃς αὐτό· χρείαν ἔχω τῆς ἑρμηνείας ἐν τῷ καιρῷ. Τί οὖν; Σαφῶς παρέξωμεν. Κάτεχε τὴν ἑρμηνείαν ἣν εἶπόν σοι, πρόσεχε τοῖς λεγομένοις. Ὁ τοίνυν κολαφισμὸς, τουτέστιν, ἡ ταπείνωσις ἡ παρὰ τῶν ἐχθρῶν γινομένη, εἴτε διὰ δεσμωτηρίου, εἴτε δι᾽ ἀπαγωγῆς, εἴτε διὰ δικαστηρίου, εἴτε διὰ λιμοῦ, εἴτε διὰ οἱουδήποτε πράγματος. Τί οὖν ἐστιν, Ἐν τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται; Πρόσεχε τίς ἐστιν οὗτος ὁ ἄγγελος τοῦ Σατᾶν. Οὐ γὰρ εἶπεν, Ἐδόθη μοι Σατανᾶς ἄγγελος, ἀλλ᾽, Ἄγγελος Σατᾶν.