Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει μισθόν· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησιν, τὸ μὴ λαμβάνειν τοῦ εὐαγγελίσασθαι πλέον εἶναι οὐκ αὐτὴν τοῦ πράγματος τὴν φύσιν· τί γὰρ τοῦ κηρύξαι ἴσον, ὃ καὶ πρὸς τοὺς ἀγγέλους ἡμᾶς ἁμιλλᾶσθαι ποιεῖ; Ἀλλ᾽ ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλή· τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο αὐτῷ τὸ μὴ λαμβάνειν, πλέον τι τοῦ κηρύττειν ἔχει. «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω. Εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι, τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ Εὐαγγελίῳ.» Τὸ, ἑκὼν καὶ ἄκων, ἐπὶ τὸ ἐγχειρεῖσθαι, καὶ μὴ ἐγχειρεῖσθαι λαμβάνει. Οὕτω καὶ τὸ, ἀνάγκη μοι ἐπίκειται, νοητέον· οὐχ ὡς ἄκοντός τι τούτου ποιοῦντος, ἀλλ᾽ ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι· διὸ οὐκ εἶπεν, εἰ δὲ ἄκων οὐκ ἔχω μισθὸν, ἀλλ᾽ οἰκονομίαν πεπίστευμαι, δεικνὺς ὅτι καὶ αὐτὸς ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον οἷον ὁ τὸ ἐπίταγμα ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος, καὶ ὑπερβὰς τὸ ἐπίταγμα. «Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.» Πάλιν ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ πολὺ μεῖζον ἐκείνου. Τί δέ ἐστιν ὃ φησίν;