Ἀπὸ ἕκτης ὥρας, τὸ ἥμισυ τῆς ἡμέρας· ὅτε γὰρ ἐμέσασαν οἱ χρόνοι οἱ ἀπ᾽ ἀρχῆς κτίσεως, καὶ ἕως συντελείας, τότε μεσημβρινὸν ἀπεστάλη Μωϋσῆς καὶ Ἀαρών. Καὶ γὰρ ἡ κατὰ νόμον λατρεία, ἕως ὀγδόης· ἐννάτη δὲ ὥρα, καιρὸς τῶν πνευματοφόρων προφητῶν· καὶ γὰρ αὐτοὶ ὡς καλοὶ ἐργάται ἀπεστάλησαν παρὰ τοῦ οἰκοδεσπότου ἐργάσασθαι τὸν ἀμπελῶνα τῆς ψυχῆς ἡμῶν ἕως δεκάτης. Ἑνδεκάτη ὥρα, ἐπιδημία τοῦ Μονογενοῦς· ἐπ᾽ ἐσχάτων γὰρ τῶν χρόνων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπεδήμησεν ἡμῖν ὁ τοῦ Θεοῦ Υἱὸς, Θεοῦ Λόγος· ὥσπερ γὰρ ἀπὸ ἑνδεκάτης εἰς δωδεκάτην ἄλλη μία ὥρα ἐστὶν ἡ ἐσχάτη, οὕτως ἀπὸ τῆς ἐπιδημίας Χριστοῦ ἕως τῆς συντελείας, ἄλλη μία ὥρα ἐστίν. Ἄκουσον τοῦ Ἰωάννου λέγοντος· «Τεκνία, ἐσχάτη ὥρα ἐστίν.» Ὁρᾷς ὅτι τῇ ἑνδεκάτῃ ἐξελθὼν ὁ τοῦ ἀμπελῶνος δεσπότης, εὑρὼν ἀργοὺς ἐμισθώσατο. Τίνες οὗτοι οἱ ἀργοί; Ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν· ἀργοὶ γὰρ ἦμεν ἀπὸ θεογνωσίας, ἀργοὶ ἀπὸ ἔργων ἀγαθῶν. Καὶ λέγει αὐτοῖς· «Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί·» Ὅλην τὴν ἡμέραν ἀπ᾽ ἀρχῆς κτίσεως κόσμου, ἕως τῆς ἐπιδημίας αὐτοῦ χρόνον ἐσήμανεν· ἕως γὰρ τότε ἀργὰ ἦν τὰ ἔθνη, Θεὸν μὴ εἰδότα· «Οὐδεὶς γὰρ, φασὶν, ἡμᾶς ἐμισθώσατο.» Εὐγνώμονα τὰ ἔθνη· τῷ γὰρ οὐδεὶς αὐτὰ ἐμισθώσατο, οὐ νόμοι, οὐ προφῆται· τῷ Ἰσραὴλ ἐκεῖνοι ἀπεστάλησαν, οὐ τοῖς ἔθνεσιν· διὸ καλῶς λέγουσιν, ὅτι «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.»