Οἱ γὰρ σύμφυτοι γενόμενοι τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ, γίνονται καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ καθ’ ὁμοίωσιν· ἐκεῖνος ἀναστάς, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει, καὶ ὁ ἐκ τῆς θεογενεσίας, ἤτοι τῆς ζωοποιοῦ —μᾶλλον δὲ θεοποιοῦ—κολυμβήθρας ἀνιμηθείς, οὐκέτι ἀποθνήσκει, ἁμαρτία αὐτοῦ οὐκέτι κυριεύει. Ὁ γὰρ πλησθεὶς Πνεύματος ἁγίου ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, τῆς ἱερᾶς δηλαδὴ κολυμβήθρας, ἀθάνατος μέν ἐστιν ὡς τῆς ἀληθινῆς ζωῆς, τοῦ Πνεύματος τοῦ Θεοῦ, τῆς ψυχῆς αὐτοῦ μεταλαβούσης, ἁμαρτάνειν δὲ οὐ δύναται ὡς ἐκ τοῦ Θεοῦ γεγενημένος. Φησὶ γὰρ ὁ ἀπόστολος· Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι· τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος, τουτέστιν ἡ κακία, συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· καὶ γὰρ ὁ Χριστὸς ὃ ἀπέθανε τῇ ἁμαρτίᾳ ἐφάπαξ ἀπέθανεν, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν.