καίτοι γε ἐκεῖνος καὶ τὸν Ἀαρὼν ἠδύνατο καλεῖν εἰς μαρτυρίαν καὶ πολλοὺς ἄλλους· ‘ἀλλὰ διὰ τοῦτο’ φαίη ἂν ‘οὐκ ἐκάλεσα τούτους, ἐπειδήπερ ἔμελλον ἐκεῖνοι τελευτᾶν καὶ μὴ παρεῖναι μάρτυρες, ἐπειδὰν εἰς παρανομίαν ἐξέκλινεν ὁ Ἰσραήλ· διὸ τὰ μένοντα στοιχεῖα εἰκότως εἰς μαρτυρίαν καλῶ.’ οὕτω καὶ Ἡσαΐας ποιεῖ, οὐ διὰ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ ἐπειδὴ διαλεχθεὶς τοῖς Ἰουδαίοις εὗρεν μὴ ἀκούοντας αὐτοῦ, ἐπὶ τὰ στοιχεῖα στρέφεται καὶ μάρτυρας παραλαμβάνει αὐτοῦ. ‘ἄκουε οὐρανέ, σὺ γὰρ τὸ μάννα ἤνεγκας· ἐνωτίζου γῆ, σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας· ἄκουε οὐρανέ, τὰ γὰρ ὑπὲρ φύσιν αὐτοῖς ἐχορήγησας, ἄνω, καθ’ ὃν τρόπον ἐστερεώθης, ἔμενες, καὶ μίμησιν οὐχ ὑπερεῖδες ἅλωνος· ἐνωτίζου γῆ, σὺ γὰρ κάτω ἦς καὶ τράπεζαν αὐτοῖς παρετίθεις αὐτοσχέδιον.’ Διὰ τοῦτο καὶ ἕτερος προφήτης ὁρῶν τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον λατρευόμενον, τὸν θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἐπτηχότας, πρὸς οὐδένα τούτων ποιεῖται λόγον, ἀλλ’ ἀποστραφείς, ‘ἄκουσον,’ φησίν, ‘θυσιαστήριον, ἄκουσόν μου’. τί οὖν; λίθῳ διαλέγῃ; ‘ναί,’ φησίν, ‘ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς, ἄκουσον θυσιαστήριον. τάδε λέγει κύριος’· καὶ εὐθέως ἐσχίσθη τὸ θυσιαστήριον καὶ ἐρράγη, καὶ ἐξέχεεν τὴν θυσίαν. ὁ δὲ ἄνθρωπος οὐκ ἤκουσεν, ἀλλ’ ἐκτείνει τὴν χεῖρα ὁ βασιλεύς, τὸν προφήτην ἁρπάσαι βουλόμενος, ὁ δὲ θεὸς τί ποιεῖ;