Εἰσὶ παρ᾽ ἡμῖν προφῆται, ἀλλ᾽ οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς μανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ᾽ ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ᾽ οὐ τοσαύτη ἡ ἀπόνοια· εἰ δὲ τὰ μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέμεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖν ἐφθόνησεν ὁ Θεός· οὐκ ἂν ἐβάσκηνεν ὁ τὰ ἐν οὐρανοῖς εἰπών. Ὅσα γὰρ ἤκουσα παρὰ τοῦ Πατρὸς, φησὶ, πάντα ἐγνώρισα ὑμῖν, καὶ πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν· καὶ, Οὐ λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· ὑμεῖς φίλοι μού ἐστε. Διὰ τί οὖν ταῦτα οὐκ ἐγνώρισεν ἡμῖν· Ὅτι βούλεται μηδένα λόγον ἔχειν ἡμᾶς αὐτῶν.