Ἀλλ᾽ ὅμως Ἠλίας καὶ ἐν τούτῳ σοφίζεται· διὰ τί; ἀλλ᾽ ὃ μέλλω λέγειν, θεατὴς αὐτὸς γέγονα· Ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσιαστηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ. Ἵνα οὖν μὴ καὶ ὁ Ἠλίας τοιοῦτόν τι ὑπονοηθῇ ποιεῖν, ἐπέχεε τὸ ὕδωρ, ἵνα τὴν ὀπὴν τὸ ὕδωρ ἐλέγξῃ· ἀνάγκῃ γὰρ ὅπου ὀπὴν εὑρίσκει τὸ ὕδωρ, οὐ στήκει, ἀλλὰ κατέρχεται. Ἐνέπλησεν οὖν τὸ θυσιαστήριον, καὶ εὔχεται λέγων· Ἐπάκουσόν μου, Κύριε, ἐν πυρὶ σήμερον· ἐπήκουσάς μου ἐν ὕδατι, ἐπάκουσόν μου καὶ ἐν πυρί. Καὶ ἰδοὺ, καλέσαντος αὐτοῦ, ἐν τάχει πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὴν θυσίαν, καὶ τοὺς λίθους, καὶ τὸ ὕδωρ ἐξέλειξε τὸ πῦρ. Καὶ τί φησι τῷ λαῷ; Συλλάβετε τοὺς ἱερεῖς τῆς αἰσχύνης· μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ ἔλαβον, καὶ ἀνεῖλον αὐτοὺς, τετρακοσίους τε καὶ πεντήκοντα ἱερεῖς τῆς Βαὰλ, καὶ τετρακοσίους τῶν ὑψηλῶν. Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, καὶ πέμπει πρὸς τὸν Ἠλίαν λέγουσα· Τάδε ποιησάτωσάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν· καὶ ἀκούσας Ἠλίας ἔφυγε. Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος;