λβʹ. Οὐ προσώποις, ἢ σχήμασιν, ἢ λόγοις χαρακτηρίζεται ἡ ἀλήθεια, οὐδὲ ἐν τούτοις Θεὸς ἀναπαύεται, ἀλλ’ ἐν καρδίαις συντετριμμέναις, καὶ πνεύμασι ταπεινώσεως, καὶ ψυχαῖς πεφωτισμέναις ὑπὸ τῆς γνώσεως τοῦ Θεοῦ. Ἔστι γὰρ ὅτε ὑποπίπτοντά τινα λόγοις ὁρῶμεν ἐκτός, καὶ ταπεινοῖς πρὸς πάντα χρώμενον ῥήμασι, τὸν ἔπαινον θηρώμενον τῶν ἀνθρώπων· ἐντὸς δὲ οἰήσεως γέμοντα, δόλου, καὶ βασκανίας, καὶ πρὸς τὸν πλησίον μνησικακίας· καὶ ἔστιν ὅτε διὰ δικαιοσύνην μαχόμενόν τινα λόγοις ὑψηλοῖς σοφίας ὁρῶμεν ἐκτός, καὶ κατὰ τοῦ ψεύδους, ἢ τῆς παραβάσεως τῶν θείων νόμων ἱστάμενον, καὶ πρὸς μόνην ὁρῶντα δηλαδὴ τὴν ἀλήθειαν, καὶ ἐντὸς πάσης ὄντα μετριοφροσύνης, ταπεινώσεως, καὶ ἀγάπης πρὸς τὸν πλησίον· ἔσθ’ ὅτε καὶ καυχώμενον ἐν Κυρίῳ, κατὰ τὸν οὕτω λέγοντα Παῦλον, καὶ καυχώμενον ἐν Κυρίῳ, κατὰ τὸν οὔτω λέγοντα Παῦλον, καὶ καυχώμενον ἐν Κυρίῳ· «Καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου.» λγʹ. Οὐ τῶν παρ’ ἡμῶν λεγομένων, ἢ πραττομένων τὴν ἐπιφάνειαν ὁρᾷ ὁ Θεός, ἀλλὰ τὰς διαθέσεις τῶν ψυχῶν, καὶ τὸν σκοπὸν δι’ ὃν ἢ πράττομέν τι τῶν ὁρωμένων, ἢ λέγομέν τι τῶν νοουμένων· ὥσπερ δὴ καὶ τὰς δυνάμεις τῶν λόγων, καὶ τὰ τέλη τῶν ἔργων, οἱ συνέσει τῶν λοιπῶν διαφέροντες, ὁρῶσι μᾶλλον, καὶ τὰς κρίσεις τούτων ποιοῦσιν ἀνεπισφαλεῖς· καθὰ καὶ ἄνθρωπος μὲν εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν ὁρᾷ.