ΕΡΩΤΗΣΙΣ ΣΜΖʹ. Τῆς Γραφῆς λεγούσης· «Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά·» καὶ τοῦ Ἀποστόλου ποτὲ μὲν ὁμολογοῦντος, ὅτι «Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως·» καὶ πάλιν· «Γέγονα ἄφρων καυχώμενος·» ποτὲ δὲ ἐπιτρέποντος, ὅτι «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω·» τίς ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπηγορευμένη. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ μὲν Ἀποστόλου ἡ κατ᾽ ἀνάγκην πρὸς τὰ πάθη ἔνστασις εὔδηλος. Οὐ γὰρ ἵνα ἑαυτὸν συστήσῃ, ταῦτά φησιν, ἀλλ᾽ ἵνα τὸ θράσος τῆς τινων ἀλαζονείας καὶ τὴν ἔπαρσιν καταβάλῃ. Καύχησις δὲ ἡ μὲν ἐν Κυρίῳ ἐστὶν, ὅταν τις τὰ κατορθώματα μὴ ἑαυτῷ, ἀλλὰ τῷ Κυρίῳ ἀνατίθηται, λέγων· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· ἡ δὲ ἀπηγορευμένη διπλοῦν ἂν ἔχοι λόγον, ἢ κατὰ τὸ, Ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ· καὶ, Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; ἢ κατὰ τὸ, Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, δι᾽ αὐτοῦ τοῦ θέλειν ἐπαινεθῆναι ἐφ᾽ οἷς ποιοῦσιν, οἱονεὶ ἐγκαυχώμενοι τοῖς γινομένοις. Οἱ δὲ τοιοῦτοι καὶ ἱερόσυλοι εἶεν ἂν, τὰς τοῦ Θεοῦ δωρεὰς ἰδιοποιούμενοι, καὶ τὴν ὀφειλομένην τῷ Θεῷ δόξαν εἰς ἑαυτοὺς ἁρπάζοντες.