ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΣΥΡΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΑʹ. Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀχιμέλεχ. Ὁ μὲν λγʹ ψαλμὸς εἴρηται τῷ Δαυῒδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Οὗτος δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν. Λέγει γὰρ ἡ Γραφὴ τῶν Βασιλειῶν, Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἐπισημαίνεται δὲ τὸν καιρὸν ἐν ᾧ ἦλθε Δαυῒδ εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε λαβὼν παρὰ τοῦ ἀρχιερέως. Κατ᾽ αὐτὸ γὰρ ἐκεῖνο τοῦ καιροῦ φθάσας Δωὴκ ὁ Σύρος, ὁ νέμων τὰς ἡμιόνους Σαοὺλ, καὶ ἐλθὼν πρὸς Σαοὺλ εἶπεν· Ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νοβὰν πρὸς Ἀβιμέλεχ τὸν υἱὸν Ἀχιτὼβ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ· καὶ ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοῦ Κυρίου τοὺς ἐν Νοβὰν, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα· Ὅτε κελεύσαντος τοῦ Σαοὺλ, αὐτὸς ἐκεῖνος ὁ Δωὴκ, ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου τʹ καὶ εʹ ἄνδρας φέροντας ἐφοὺδ, καὶ τὴν Νοβὰν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.