Ὡς γὰρ ἡ γωνία δύο τοίχων ἕνωσις γίνεται, πρὸς ἀλλήλους αὐτοὺς διασφίγγουσα πρὸς ἀδιάλυτον συνοχήν, οὕτω καὶ ἡ ἁγία ἐκκλησία τῶν δύο λαῶν γέγονεν ἕνωσις, τοὺς ἐξ ἐθνῶν καὶ Ἰουδαίων καθ᾽ ἕνα πίστεως λόγον ἀλλήλοις συνδέουσα καὶ πρὸς μίαν ἐνδιασφίγγουσα σύμπνοιαν, ἧς ἀκρογωνιαῖος λίθος ἐστὶν ὁ Χριστός, ὡς κεφαλὴ τοῦ παντὸς σώματος, 〈Ἐξουδένωσις〉 γὰρ ἑρμηνευόμενον δηλοῖ τοῦ Δαυὶδ τὸ ὄνομα, ὅς ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ υἱός, ὁ δι᾽ ἐμὲ τὴν δουλικὴν μορφὴν ὑποδὺς καὶ γενόμενος ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν, ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν προβάτων, ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν ἐξηλώσας τῆς φύσεως, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν κατὰ τὸν λόγον θείας εἰκόνος τὴν μορφήν, ὁ πυρράκης, διὰ τὸ πάθημα τοῦ θανάτου, μετὰ κάλλους ὀφθαλμῶν, τουτέστι μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγων—ὀφθαλμοὶ γὰρ τοῦ λόγου ἡ κρίσις ἂν εἴη καὶ ἡ πρόνοια, δι᾽ ὧν καὶ πάσχων ὑπὲρ ἡμῶν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν—, ὁ τοῦ νοητοῦ Γολιὰθ καὶ ὑπερηφάνου, φημὶ δὲ τοῦ διαβόλου, σφαγεύς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν διὰ τὴν ἐμπάθειαν τῆς ἐν ἡμῖν πενταπλῆς αἰσθήσεως—ἐπὶ τοσοῦτον γὰρ ἔχει τὸ μέγεθος τῆς κατὰ κακίαν ἡλικίας ὑψούμενον ὁ διάβολος, ἐφ᾽ ὅσον τοῖς αἰσθητοῖς ἐμπαθῶς ἐν ἡμῖν ἡ τῆς αἰσθήσεως ἐπεκτείνεται δύναμις—, ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεόν, κἂν Σαούλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαός, μαίνεται φθόνῳ διὰ τὴν ἀπιστίαν τηκόμενος—οὐ φέρει γὰρ τῆς προσκαίρου δόξης τὴν στέρησιν —, οὖ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακὸν Δαυὶδ ὁ ἐμὸς βασιλεὺς καὶ διωκόμενος, τουτέστι τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας (κἂν πάλιν ταῦτα κιχρῶν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν, δεχομένους τῆς βασιλείας τὸ κήρυγμα), οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ πρὸς τὴν τῶν περιττωμάτων ἀποβολὴν καθημένου τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον, τουτέστι τὸ ὕψος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν εὐσχημοσύνης ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ αἰνιγμάτων περιβολῆς, οὐκ ἄξιον οὔτε μὴν δίκαιον κρίνας εἰς φθορὰν τῇ ἀποχρήσει τὸν ὡς ἐν σπηλαίῳ τῷ αἰῶνι τούτῳ ἢ τῷ σκοτεινῷ τοῦ νόμου γράμματι καθήμενον λαὸν τῶν Ἰουδαίων, τὸν γήϊνον ὄντως καὶ φιλοσώματον καὶ τῇ φθορᾷ τῶν παρερχομένων περιγράφοντα τὰς θείας τῶν ἀφθάρτων ἐπαγγελίας, ἔχειν τῆς μυστικῆς τῶν νομικῶν διαταγμάτων, καθάπερ διπλοΐδος πτερύγιον, τὴν νοουμένην εὐπρέπειαν.