ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ. ΟΜΙΛΙΑ Αʹ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.
Μετάφραση
Του εν αγίοις πατρός ημών Ιωάννου αρχιεπισκόπου Κωνσταντινουπόλεως του Χρυσοστόμου, Υπόμνημα στην Πρώτη προς Θεσσαλονικείς Επιστολή. Ομιλία Αʹ. Ο Παύλος και ο Σιλουανός και ο Τιμόθεος προς την Εκκλησία των Θεσσαλονικέων εν Θεώ Πατρί και Κυρίω Ιησού Χριστώ· χάρις σε εσάς και ειρήνη από τον Θεό Πατέρα μας και τον Κύριο Ιησού Χριστό. Ευχαριστούμε τον Θεό πάντοτε για εσάς, κάνοντας μνεία για εσάς στις προσευχές μας, ενθυμούμενοι αδιάλειπτα το έργο της πίστης σας, τον κόπο της αγάπης και την υπομονή της ελπίδας στον Κύριό μας Ιησού Χριστό, ενώπιον του Θεού και Πατέρα μας.
Περισσότερα
Λεπτομέρειες