Τὸ δὲ προοίμιον ἐκ ταπεινοφροσύνης, ὅπου γε τοὺς ἑαυτοῦ μαθητὰς ἴσους αὐτοῦ συντάττει. Ἀναμιμνήσκει δὲ αὐτοὺς τῆς χάριτος δι᾽ ἧς ἐλυτρώθησαν, ἠρέμα πλήττων αὐτῶν τὰ περὶ τὸν βίον πταίσματα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὸν Θεὸν καὶ Πατέρα λέγει, υἱοθεσίας αὐτοὺς εἰς μνήμην ἄγων. «Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν.» Ὅρα πῶς ἀληθὴς ἡ ὑπὲρ αὐτῶν εὐχαριστία ἀναφερομένη τῷ Θεῷ, ὅτι πίστιν ἔσχον, καὶ οὐχ ἁπλῶς πίστιν, ἀλλ᾽ ἐνέργειαν, καὶ οὐχ ἁπλῶς ἀγάπην, ἀλλ᾽ ἔγκοπον ἀγάπην εἶπον. Ἐκοπίων γὰρ ἐν τοῖς διωγμοῖς διὰ τὸ ἀγαπᾷν τὸν Κύριον. Καὶ οὐχ ἁπλῶς ἐλπίδα εἶχον, ἀλλὰ μεθ᾽ ὑπομονῆς τὴν ἐλπίδα. «Τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.» Εἰ πιστεύεις, πάντα πάσχε. Εἰ δὲ μὴ πάσχεις, οὐ πιστεύεις. «Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾽ ὑμᾶς, καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου.»