Ἀπὸ κοινοῦ τὸ, εὐχαριστοῦμεν, ἵνα ᾖ, Εὐχαριστῶμεν τῷ Θεῷ, γινώσκοντες τὴν ἐκλογὴν ὑμῶν καθ᾽ ἣν ἐξελεξάμεθα ὑμᾶς, καὶ ὅτι παραλαβόντες τὸ Εὐαγγέλιον ἐν ἀποδείξει δυνάμεως πολλῆς, ἧς ἐνήργηκε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ἁπλῶς παρελάβετε, ἀλλὰ τοσαύτην ἐν ὑμῖν ἔσχε τὴν ἰσχὺν, ὡς μιμητὰς ὑμᾶς ἡμῶν γενέσθαι, καὶ τοῦ Κυρίου. Τοῦτο δὲ λέγει, δι᾽ ἃς ὑπέμεινε θλίψεις παρὰ τῶν Ἰουδαίων. «Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ὑμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ὑμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς. Καὶ πῶς.» Ὅρα πόσην ἔσχον ἐπίδοσιν, ὡς καὶ αὐτοὺς ἑτέροις γίνεσθαι τύπον, καὶ οὐκ ὀλίγοις, ἀλλὰ καὶ χώραις ὅλαις, καὶ ἔθνεσιν· ἐν τῇ Μακεδονίᾳ γὰρ καὶ ἐν τῇ Ἀχαΐᾳ. Εὖ δὲ καὶ τὸ ἐξηχήθη, διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος. «Συνεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Ἐπειδὴ Θεοῦ ἦσαν, καὶ ἐπλανήθησαν, καὶ πάλιν ἐκλήθησαν, διὰ τοῦτο, ἐπεστρέψατε, εἶπεν· καλῶς δὲ καὶ, τῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τοῦ ἀψύχου εἰδώλου· καὶ τῷ ἀληθινῷ, πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων θεῶν. «