Ιʹ. Ἤδη δέ μοι πρὸς ὑμᾶς ὁ λόγος, τὸ ἐμὸν ποίμνιον. Ὑμεῖς γένεσθέ μοι, φησὶν ὁ Παῦλος, δόξα, καὶ χαρὰ, καὶ καυχήσεως στέφανος· ὑμεῖς ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν· ἵν᾽, ὥσπερ τοῖς τεκτονικοῖς ἢ γραφικοῖς ἀπαιτουμένοις λόγον, ἐξαρκεῖ δείξασι τὸ τεκτονηθὲν ἢ γραφὲν ἀπηλλάχθαι πραγμάτων (ἔργον γὰρ λόγου, φησὶν, ἰσχυρότερον), οὕτως καὶ αὐτὸς ὑμᾶς ἐπιδείξας, ὑπερέξω τὰς λοιδορίας. Ὑπερέξω δὲ πῶς; Πρῶτον μὲν, ἐὰν τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν ἀκλινῆ καὶ βεβαίαν φυλάττητε, μηδὲν προστιθέντες, μηδὲ ἀφαιροῦντες, μηδὲ σμικρύνοντες τῆς μιᾶς Θεότητος (τὸ γὰρ ἐλαττωθὲν, τοῦ παντός ἐστιν ἐλάττωσις)· τοὺς δὲ ἄλλο τι φρονοῦντας, ἢ λέγοντας, ἢ φύσεων μέτροις τὸ ἓν διαλύοντας, ἢ διατειχίζοντας, ὡς λύμην τῆς Ἐκκλησίας, καὶ τῆς ἀληθείας ἰὸν, ἀποπέμποισθε, μὴ μισοῦντες, ἀλλ᾽ ἐλεοῦντες τοῦ πτώματος. Δεύτερον δὲ, εἰ τὴν πολιτείαν ἀκόλουθον τῷ ὀρθῷ λόγῳ παρέχοιτε, ἵν᾽ ἦτε περιδέξιοι τὴν ἀρετὴν, ἀλλὰ μὴ τῷ ἑτέρῳ λείποντες.