Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» Εἰπὼν, ὅτι Ἐπιστεύθην τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ, ἐπειδὴ ἔδοξε μέγα φθέγξασθαι, ἵνα μή τις δόξῃ ἐξ ἀπονοίας τοῦτο ποιεῖν, σκόπει πῶς ἐπιδιορθοῦται, ἀνάξιον ἑαυτὸν λέγων διὰ τὴν προτέραν ἄγνοιαν. Ἅμα δὲ καὶ ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ, καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον ἑαυτοῦ βίον ἐξηγούμενος. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν.» Οὕτως μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μὴ εἴδετό ποτε, μήτε ἐνενόησεν, μήτε προσεδόκησεν νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. Διὸ μέλλων αὐτὰ λέγειν, προλαμβάνει, καὶ λέγει· Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Ὡς εἰ λέγοι· Μή τις ἀπιστήσῃ οἷς μέλλομεν ἐρεῖν.» «Πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε.» Βουλόμενος πεῖσαι, φησὶν, ὁ Θεὸς τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησιν, ἐμὲ ἐδέξατο. «