Τίς δ᾽ οὖν οὗτός ἐστιν; Ἡ ἀγάπη. Ὥσπερ οὖν ὅταν λέγῃ, Τέλος νόμου Χριστὸς, τουτέστι, συμπλήρωμα, καὶ τοῦτο ἐκείνων ἔχεται, οὕτως ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. Τέλος ἰατρείας ὑγεία· ὥστε ὑγείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγάπης οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας. Ἀγάπην δὲ ποίαν φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως, καὶ γνώμης καὶ τοῦ συναλγεῖν, Ἐκ καθαρᾶς, φησὶ, καρδίας· ἤτοι περὶ πολιτείας φησὶν ὀρθῆς, ἢ περὶ γνησίας φιλίας. Ποιεῖ γὰρ καὶ βίος ἀκάθαρτος σχίσματα· Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἔστι γὰρ φιλία καὶ ἡ τῶν φαύλων, οἷον καὶ λῃσταὶ λῃστὰς φιλοῦσιν, καὶ ἀνδροφόνοι ἀνδροφόνους· ἀλλ᾽ οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ᾽ ἀπὸ φαύλης, οὐδ᾽ ἐκ καθαρᾶς καρδίας, ἀλλ᾽ ἐξ ἀκαθάρτου, οὐδὲ ἐκ πίστεως ἀνυποκρίτου, ἀλλ᾽ ἐπιπλάστου καὶ ὑποκεκριμένης. Πίστις γὰρ τὸ ἀληθὲς δείκνυσιν· ἀπὸ δὲ πίστεως εἰλικρινοῦς ἡ ἀγάπη τίκτεται· ὁ γὰρ ὄντως εἰς Θεὸν πιστεύων, οὐκ ἀνέχεταί ποτε ταύτην ἀφεῖναι. Ὧν τινες, φησὶν, ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας. Καλῶς εἶπεν, Ἀστοχήσαντες· τέχνης γὰρ δεῖ, ὥστε εὐθέα βάλλειν, καὶ μὴ ἔξω τοῦ σκοποῦ. Ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύνεσθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα· καὶ δεῖ πρὸς ἓν ὁρᾷν. Θέλοντες, φησὶν, εἶναι νομοδιδάσκαλοι.