Ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὅλως δὲ ὁ μὴ καταδεχόμενος τὴν παρὰ τοῦ προεστῶτος θεραπείαν προσαγομένην αὐτῷ ἀσύμφωνός ἐστι καὶ αὐτὸς ἑαυτῷ. Εἰ γὰρ ὑποταγῆναι οὐ καταδέχεται, καὶ τὸ ἑαυτοῦ θέλημα ἐκδικεῖ, τί καὶ ἐστὶ μετ’ αὐτοῦ; τί καὶ προστάτην αὐτὸν τῆς ἑαυτοῦ ζωῆς ἐπιγράφεται; Καταδεξάμενος δὲ ἅπαξ ἐγκαταλεγῆναι τῷ σώματι τῆς ἀδελφότητος, ἐὰν κριθῇ σκεῦος γενέσθαι ὑπουργικὸν, κἂν ὑπὲρ δύναμιν τὸ ἐπίταγμα εἶναι δοκῇ, ἐπιῤῥίψας τὸ κρῖμα τῷ παρὰ δύναμιν ἐπιτάσσοντι, τὸ εὐπειθὲς καὶ ὑπήκοον ἄχρι θανάτου ἐπιδεικνύσθω, μεμνημένος τοῦ Κυρίου, ὅτι ἐγένετο Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ ἀφηνιάζειν, καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πίστεως νόσον, ἐλπίδος ἐνδοιασμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὔτε γὰρ ἀπειθεῖ τις μὴ πρότερον καταγνοὺς τοῦ συμβουλεύσαντος, οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, καὶ βεβαίαν ἔχων ἐπ’ αὐταῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προστεταγμένα, ἀποκνήσει ποτὲ πρὸς αὐτά· εἰδὼς, Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι. Καὶ ὁ πεπεισμένος, ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, πλείονα προθυμίαν ἐπιδείκνυται τῆς τοῦ ἐπιτάξαντος προσδοκίας, εἰδὼς ὅτι, Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται.