Καλῶς εἶπε, Πάντα πλουσίως, τὰς ἐτησίους τροπὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὸ ὕδωρ, τὰ ἄλλα πάντα. Ὁρᾷς πῶς πλουσίως παρέχει καὶ μετὰ πολλῆς τῆς ἀφθονίας; Εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζήτει τὸν μένοντα, τὸν βέβαιον, τὸν ἀπὸ τῶν ἔργων γινόμενον τῶν ἀγαθῶν. Τοῦτο καὶ αὐτὸς δηλῶν, Ἀγαθοεργεῖν, φησὶ, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς· τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης. Κοινωνικοὺς ὁμιλητικούς φησι, προσηνεῖς. Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον· ἔνθα δὲ βέβαιος ὁ θεμέλιος, οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα. Ἵνα ἐπιλάβωνται, φησὶ, τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνης ἡμῖν ἀπόλαυσιν προξενῆσαι δύναται. Ὢ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον. Μὴ μειώσῃς· οὐκ ἔστι σὰ, τὰ ἀλλότρια ἐνεπιστεύθης· μηδὲν ἐλαττώσῃς. Ἐκτρεπόμενος, φησὶ, τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως.