Ἀπὸ τῶν παρελθόντων πιστοῦται τὰ μέλλοντα. Εἶτα, καὶ οὐχ ἁπλῶς τοῦτο ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπιῤῥίπτων τῷ Θεῷ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι. »Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.» Ἐνταῦθα τὸν ἐκ τῶν εἰρημένων ὑποτέμνεται φθόνον ἢ ἔριδας, αὐτοὺς καὶ κοινωνοὺς ποιῶν τῆς δόξης τῶν αὐτοῦ κατορθωμάτων. Οὐ γὰρ μέχρις ἡμῶν κατήντησε, φησὶ, ἀλλὰ καὶ εἰς ἡμᾶς διαβαίνει. «Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, καὶ δι᾽ ὑμῶν ἀπελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾽ ἡμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόμενος,» Τὸ σφόδρα θαῤῥεῖν ὑμῖν, τὸ καυχᾶσθαι ἐφ᾽ ὑμῖν, καὶ καύχημα ἡμῶν ὑμᾶς εἶναι. «Μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ;» Τίνος ἕνεκεν οὐκ ἦλθον, φησίν; ἆρα ὡς κοῦφος καὶ εὐριπιστής; οὐδαμῶς. Ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ τοῖς παροῦσι πράγμασι προσηλωμένος, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέναι δύναται, καὶ πλανᾶσθαι ὅπου βούλεται.