Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν ἀναγκαίων χρείαν· ὅταν γὰρ εἴπῃ, ὀψώνια, τὴν ἀναγκαίαν λέγει τροφήν. Καὶ τὸ χαλεπώτερον, Εἰς τὴν ὑμῶν διακονίαν. Ὑμῖν κηρύττομεν, καὶ παρ᾽ ὑμῶν ὀφείλων τρέφεσθαι, παρ᾽ ἑτέρων τούτων ἀπήλαυον. Διπλοῦν τὸ ἔγκλημα, μᾶλλον δὲ τριπλοῦν· ὅτι καὶ παρ᾽ αὐτοῖς ὢν, καὶ αὐτοῖς διακονούμενος, καὶ τὴν ἀναγκαίαν ζητῶν τροφὴν, ἑτέρους εἶχε τοὺς χορηγοῦντας. Καὶ πολλὴ τούτων ὑπερβολὴ πρὸς ἐκείνους. Οἱ μὲν γὰρ ἐν ῥᾳθυμίᾳ, οἱ δὲ ἐν σπουδῇ· οἱ μὲν καὶ μακρὰν ὄντι ἔπεμπον, οἱ δὲ οὐδὲ παρόντα ἔτρεφον. Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός. Οὐ γὰρ εἶπεν, Οὐ δεδώκατέ μοι, ἀλλ᾽, Ἐγὼ οὐκ ἔλαβον. Φείδεται γὰρ αὐτῶν ἔτι· ἀλλ᾽ ὅμως καὶ ἐν τῇ ὑφέσει τοῦ λόγου, λανθανόντως πάλιν πλήττει· τὸ γὰρ, Παρὼν, σφόδρα ἐμφαντικὸν, καὶ τὸ, Ὑστερηθείς· ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ εἶχες; ἐπήγαγε, Καὶ ὑστερηθεὶς οὐ κατενάρκησα ὑμῶν. Ἐνταῦθα πάλιν μετρίως αὐτοὺς πλήττει, ὡς ὀκνηρῶς τὴν τοιαύτην τιθέντας φορὰν, ὡς βαρυνομένους. Εἶτα καὶ ἡ αἰτία, κατηγορίας μεστὴ καὶ ζηλοτυπίας γέμουσα. Διὸ καὶ τέθεικεν αὐτὴν οὐ προηγουμένως, ἀλλ᾽ ὡς διδάσκων πόθεν καὶ παρὰ τίνων ἐτράφη, ὥστε ἀνυπόπτως διεγείρειν πάλιν εἰς τὸν τῆς ἐλεημοσύνης λόγον.