Βλέπετε οὖν καὶ πρὸς τὸ ἑξῆς, ἅγιαι. ἐπειδὴ ἔτι ἐνίσταται ἡ ἀσέβεια, τηρήσατε τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον, ὡς, εἰ δέοι καὶ ἀποθανεῖν, μετὰ χαρᾶς προέσθαι ἑαυτὰς ἢ τῆς ζύμης μετασχεῖν τῶν ἑτεροδόξων. καὶ μὴν καὶ κατὰ τὸν βίον παρακαλῶ ὑμᾶς ὁσίως πολιτεύσασθαι. μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, ἀλλὰ τῇ παρθενίᾳ, ᾗ Χριστὸς ὑμᾶς ἐνυμφεύσατο, ἁγνίζετε καρδίας καὶ σώματα, φεύγουσαι ἀρρένων ὄψεις ὁρᾶν, ὅσον δυνατόν· ἐκ γὰρ τοῦ βλέπειν πῦρ ἀνάπτεται καὶ φλέγει ἁμαρτία. ἡ ἡγουμένη ὡς ἡγουμένη ἔστω, ὑποτύπωσις ἀγαθοεργίας προκειμένη, αἱ μαθήτριαι ὡς μαθήτριαι, ἓν θέλημα ἔχουσαι, μίαν καρδίαν, μὴ ἐρεσχελοῦσαι, μὴ βαττολογοῦσαι, μὴ ἰδιοκτημονοῦσαι, ἀλλὰ τὴν διδάσκαλον ἀναπνέουσαι, τὰ παρ᾽ αὐτῆς ἐγκεκριμένα φυλάττουσαι ἐν νόμῳ Κυρίου. εἰ δὲ ταῖς μαθητρίαις ταῦτα ἀνήκει, πόσῳ μᾶλλον τῇ καθηγουμένῃ, ἧς ὅσος ὁ μισθὸς τῆς προστασίας, τοσοῦτος καὶ ὁ κίνδυνος τῆς διαμαρτησίας. τὸ ἐμὸν καὶ τὸ σὸν λέγειν ἐν κοινοβίῳ οἰχέσθω, ὡς μυρίων πολέμων αἴτιον· τὸ ἰδιορρυθμεῖν καὶ ἰδιοπραγεῖν ἐξοριζέσθω, ὡς διαλυτικὸν εὐταξίας· τὸ γλωσσομαχεῖν καὶ θορυβοποιεῖν ἀπεληλάσθω, ὡς ἀνόσιον μοναζούσαις. ἀλλ᾽ εἴ τι σιωπηλόν, εἴ τι εὐκτικόν, εἴ τι ψαλμικόν, εἴ τι ἐργαστικόν, ταῦτα πράσσετε, καὶ ὁ θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ᾽ ὑμῶν.