αἱ θεῖαι γραφαὶ πᾶσαι δημηγοροῦσιν, ἃ ἐλάλησεν ἐκπορευθὲν τὸ πνεῦμα τὸ πανάγιον ἐκ τοῦ πατρὸς ἀφράστως καὶ ἀπεστάλη δι’ υἱοῦ τοῖς ἀνθρώποις· οὐ τοῖς ἀπίστοις οὐδὲ τοῖς φιλοδόξοις, οὐ τοῖς ῥήτορσιν οὐδὲ τοῖς φιλοσόφοις, οὐ τοῖς μαθοῦσι συγγραφὰς τῶν Ἑλλήνων, οὐ τοῖς τὰς γραφὰς ἀναγνοῦσι τὰς ἔξω, οὐ τοῖς ἐξασκήσασι σκηνικὸν βίον, οὐ τοῖς λαλοῦσι τορνευτῶς καὶ πλουσίως, οὐ τοῖς λαχοῦσι μεγάλων ὀνομάτων, οὐ τοῖς τυχοῦσι φιλεῖσθαι παρ’ ἐνδόξων, οὐ συμπράξασι τοῖς πράξασιν ἀνόμως, οὐ τοῖς καλοῦσιν οὐδὲ τοῖς καλουμένοις, οὐδὲ παίζουσιν οὐδὲ τοῖς παιζομένοις, ἀλλὰ τοῖς πτωχοῖς πνεύματι καὶ τῷ βίῳ, τοῖς τὴν καρδίαν καθαροῖς καὶ τὸ σῶμα, τοῖς λόγον ἁπλοῦν καὶ ἁπλούστερον βίον καὶ ἁπλουστέραν κεκτημένοις τὴν γνώμην, τοῖς τὴν δόξαν φεύγουσιν ὡς πῦρ γεέννης καὶ κολακευτὰς ἀπὸ ψυχῆς μισοῦσιν· (οὐ γὰρ δέχεται τὸ πνεῦμα κολακείας οὐδ’ ἀνέχεται ἀκούειν, ὃ μὴ ἔστι·) τοῖς πρὸς μόνην βλέπουσι ψυχῆς τὴν δόξαν καὶ τῶν ἀδελφῶν τὴν σωτηρίαν πάντων καὶ μηδὲ μικρᾷ καρδιακῇ κινήσει αἴσθησιν λαμβάνουσι πρός τι τοῦ κόσμου, ἐπαίνων οἷον ἢ δόξης ἀνθρωπίνης ἢ πάσης ἄλλης ἡδονῆς εἴτε πάθους· οὗτοι γὰρ νεκροὶ καὶ ζῶντες ἀληθείᾳ, ὅτι πέλουσιν ἀληθεῖς καὶ ὡς πλάνοι· οὗτοι ταπεινοὶ πνεύματι καὶ καρδίᾳ πραεῖς τε εἰσὶ καὶ ζηλωταὶ κυρίῳ· οὗτοι ἀσεβεῖς εἰσι τοῖς ἀσεβέσι καὶ ὀσμὴ ζωῆς τοῖς ἐκλεκτοῖς κυρίου· οὗτοι καὶ πόρνοι τοῖς πόρνοις τῇ καρδίᾳ καὶ ἰσάγγελοι τοῖς τὴν ψυχὴν παρθένοις· οὗτοι καὶ δόξης ἐν μέσῳ ταπεινοῦνται καὶ ἐν πενίᾳ εἰσὶ δεδοξασμένοι· οὗτοι καὶ εὐτέλειαν ὡς βασιλείαν καὶ βασιλείαν ὡς πτωχείαν ἡγοῦνται· οὗτοι τρώγοντες εἰσὶν ἐν ἐγκρατείᾳ καὶ νηστεύοντες πᾶν εἶδος ἐμπιπλῶνται· οὗτοι οὐ συνέρχονται τῇ ἀδικίᾳ οὐδὲ παριδεῖν δύνανται τεθλιμμένον καὶ καταπονούμενον ὑπὸ πλουσίων· οὗτοι πρόσωπον οὐκ αἰδοῦνται ἀνθρώπων· τὸ γὰρ πρόσωπον ὁρῶσι τοῦ κυρίου· οὗτοι οὐ κλῶνται τοῖς δώροις τὴν καρδίαν καὶ οὐ παρορῶσι νόμον δικαιοσύνης· ἔχουσι καὶ γὰρ τὸν ἀσύλητον πλοῦτον καὶ τὰ τοῦ κόσμου πάντα λογίζονται ὡς κόπρον· οὗτοι ἔχοντες διδάσκαλον τὸ πνεῦμα μάθησιν οὐ χρῄζουσιν ἐκ τῶν ἀνθρώπων, ἀλλὰ τῷ φωτὶ λαμπόμενοι τῷ τούτου βλέπουσι τὸν υἱόν, ὁρῶσι τὸν πατέρα καὶ προσκυνοῦσι τριάδα τοῖς προσώποις, τὸν ἕνα θεὸν ἡνωμένον τῇ φύσει ἀφράστως· οὗτοι μυοῦνται ἐκ τοῦ πατρὸς δὲ πάλιν, ὅτι γεννᾶται ὁ υἱὸς ἀμερίστως, ὡς οἶδε μόνος· εἰπεῖν γὰρ οὐκ ἰσχύω· εἰ γὰρ ἴσχυον, εἶχε πάντως ὁ λόγος τὰ ὑπὲρ λόγον καὶ διάνοιαν φράσαι καὶ ἄνω κάτω τὰ σύμπαντα γενέσθαι· εἰ γὰρ τὸ κτίσμα τὸν κτίστην καταμάθῃ καὶ οἷός ἐστιν ὅλον κατανοήσει καὶ εἰπεῖν λόγῳ καὶ γράψαι ἐξισχύσει, γέγονε τοῦ κτίσαντος τὸ ἔργον κρεῖσσον· παῦσον, ἄνθρωπε· φρῖξον, βροτὲ τῇ φύσει, καὶ ἐννόησον, ὅτι μὴ ὢν παρήχθης καὶ τῆς μητρῴας νηδύος παρακύψας εἶδες τὸν κόσμον τὸν πρὸ σοῦ παραχθέντα· καὶ εἰ δυνηθῇς οὐρανοῦ ὕψος γνῶναι ἢ τὴν οὐσίαν ὑποδεῖξαι, ὁποία, τοῦ ἡλίου τε σελήνης καὶ ἀστέρων, ποῦ κεκόλληνται καὶ πῶς περιπατοῦσιν ἄψυχα ὄντα καὶ ἀναισθήτως κινούμενα· ἢ τῆς γῆς αὐτῆς, ἐξ ἧς αὐτὸς ἐλήφθης, ὅρους καὶ μέτρα, πλάτη τε καὶ μεγέθη καὶ ἐπὶ τίνος ἐποχεῖται, εἰ εἶδες, πάλιν δ’ ἐκεῖνο τί ἐστιν ἢ ποῦ τὴν βάσιν ἔχει· ταῦτα εἰ ἔγνως καὶ καθ’ ἓν εὗρες τέλος καὶ τῆς θαλάσσης εἰ μετρήσεις τὴν ψάμμον, εἴτε σοῦ αὐτοῦ διαγνῶναι τὴν φύσιν καὶ τῆς σοφίας τὸ ἔργον ἑρμηνεῦσαι, τότε καὶ αὐτὸν τὸν ποιητὴν νοήσεις, πῶς ἐν τριάδι ἡ μονὰς ἀσυγχύτως καὶ ἐν μονάδι τριὰς ἀδιαιρέτως· ζήτησον πνεῦμα, ἔξω γενοῦ τοῦ κόσμου, μὴ δώῃς ὕπνον ὀφθαλμοῖς τὸ παράπαν μήτε φροντίσῃς τῆς ζωῆς τῆς παρούσης· κλαῦσον, πένθησον, ὃν ἀπώλεσας χρόνον· ἴσως ὁ θεὸς παρακληθῇ καὶ δώσει, ὥσπερ τὸ πρὶν δέδωκεν, ἰδεῖν τὸν κόσμον καὶ τὸν ἥλιον καὶ τὸ φῶς τῆς ἡμέρας· οὕτω καὶ τὰ νῦν λάμψαι καταξιώσει καὶ ὑποδεῖξαι τὸν νοερόν σοι κόσμον καὶ φωτὶ ἐλλάμψαι σε τῷ τρισηλίῳ· ὃ εἰ θεάσῃ, τότε γνώσεις ἃ λέγω, τότε μαθήσῃ τοῦ πνεύματος τὴν χάριν· ὅτι καὶ ἀπὸν πάρεστι τῇ δυνάμει καὶ παρὸν οὐχ ὁρᾶται τῇ θείᾳ φύσει, ἀλλὰ καὶ πάντῃ καὶ οὐδαμοῦ ὑπάρχει· εἰ γὰρ ζητήσεις αἰσθητῶς ἰδεῖν τοῦτο, ποῦ ἂν εὑρήσεις;