αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκ ἔτι ἔχω ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν, δι᾽ ἣν ἀναβάλλεται τέως, καί φησιν, ὅτι Πορεύομαι εἰς Ἱεροσόλυμα. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι· ἐπεὶ εἰ μὴ τοῦτο ἐσπούδαζε κατορθῶσαι, ἤρκει εἰπεῖν, ὅτι Πορεύομαι εἰς Ἱερουσαλήμ· νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας· Πορεύομαι γὰρ, φησὶ, διακονῶν τοῖς ἁγίοις. Καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι Ὀφειλέται εἰσὶ, καὶ ὅτι, Εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι· ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν. Διὸ καὶ μάλιστα αὐτοῦ τὴν σοφίαν θαυμάσαι χρὴ, ὅτι τοῦτον τῆς συμβουλῆς τὸν τρόπον ἐπενόησεν· οὕτω γὰρ μᾶλλον ἠνείχοντο ἢ ἐν τάξει παραινέσεως εἰπεῖν. Καὶ γὰρ ἔδοξαν ἂν ὑβρίζεσθαι, εἰ εἰς προτροπὴν αὐτῶν Κορινθίους παρῆγεν εἰς μέσον καὶ Μακεδόνας. Διὰ δὴ τοῦτο ἐκεῖ ἐκείνους μὲν οὕτω προτρέπει, λέγων· Γνωρίζω δὲ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ Μακεδόνας δὲ διὰ τούτων πάλιν· Ὁ γὰρ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.