Ἐπειδὴ δὲ τῆς προφητείας ἡ δύναμις οὐκ εἰς μόνον βλέπει τὸν Ἰούδαν, τουτέστι, τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ἔρχεται δὲ καὶ ἐπὶ τὸν Ἰσραὴλ, τουτέστι, τὰς δέκα φυλὰς τὰς ἐν τῇ Σαμαρείᾳ, φέρε λέγωμεν ἀναγκαίως τοὺς ἐπ᾽ αὐτὸν βεβασιλευκότας ἐν ἡμέραις Ἀζαρίου, τοῦ καὶ Ὀζίου, καὶ ποίαις αὐτοὺς συμβέβηκεν ἐναλῶναι συμφοραῖς κατηῤῥωστηκότας ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀζίου, τοῦ καὶ Ἀζαρίου, Ἀζαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπόρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προϊόντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀζίου, χρίεται πάλιν ἐπὶ τὸν Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῄρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ υἱοῦ Γαζῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Ἀχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεζάβελ, ᾧ καὶ ὑπέσχετο ὁ Θεὸς, λέγων “Υἱοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ ”θρόνου σου.” βεβασίλευκε τοίνυν ὁ Μαναῒμ ἐπὶ τὸν Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. “