ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν ἐπὶ τοῦ Ἑζεκίου, περὶ οὗ εἴρηται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίων αὐτῆς ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς». ταύτην σχοίη ἂν τὴν διάνοιαν τὸ εἰρημένον· 〈Μὴ εὐφρανθείητε, ἀλλόφυλοι〉 μέγα φρονοῦντες ἐπὶ τοῖς νομιζομένοις ὑμῖν θεοῖς τῷ μηδένα εἶναι τὸν 〈συντρίβοντα〉 ὑμᾶς διὰ τὴν τοῦ παρόντος καιροῦ μοχθηρίαν. εἰ γὰρ καὶ τὰ μάλιστα 〈συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς〉, ἀλλ᾽ οὐ πρὸς ὑμῶν ἐγένετο ταῦτα, ἐπὶ κακῷ δὲ τῷ ὑμετέρῳ· μηδενὸς γὰρ 〈ὑμᾶς παίοντος〉 μηδὲ ταπεινοῦντος καὶ ἐπιστρέφοντος, πολλή τις ἐν ὑμῖν γέγονεν ἐπιτριβὴ κακῶν. οἱ γὰρ πάλαι 〈ὄφεων〉 δίκην ταῖς ὑμετέραις ψυχαῖς ἐμφωλεύοντες, ἔν τε τοῖς ὑμετέροις ἱεροῖς τε καὶ ναοῖς καὶ ὡς δὴ θεοῖς ἐφεδρεύοντες πονηροὶ δαίμονες δεινὴν γονὴν καὶ 〈σπέρμα πονηρὸν〉 ἀπεκύησαν, ὡς 〈ἀσπίδας〉 ἐξ αὐτῶν γεννᾶσθαι τὸ πάντων ἰοβόλων χείριστον· ἐκ τούτων τε αὐτῶν ἄλλους ὑποστῆναι 〈ὄφεις〉 τὸν ἀέρα διιπταμένους. ταῦτα μὲν οὖν κατὰ τὸν παρόντα καιρὸν οὐ παρ᾽ ὑμῖν μόνοις τοῖς ἀλλοφύλοις, ἤδη δὲ καὶ παρ᾽ αὐτῷ τῷ χρηματίζοντι λαῷ θεοῦ πληθύει, ὡς πάντα τρόπον πεπληρῶσθαι τῶν τὸν ἀέρα διιπταμένων 〈ὄφεων καὶ ἐκγόνων ἀσπίδων〉 πονηρῶν τινων καὶ λυμαντικῶν πνευμάτων.