Καὶ κατέβη Νεεμὰν, καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ.» «Ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγων· Ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν ἡγούμενον τοῦ λαοῦ· Τάδε λέγει Κύριος ὁ Θεὸς Δαβὶδ πατρός σου· Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναβήσῃ εἰς τὸν οἶκον Κυρίου, καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου ἔτη δεκαπέντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε, καὶ τὴν πόλιν ταύτην.» «Μεταβαίνοντι αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, λέγων· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη.» «Εἰσελθόντι αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατοντάρχης, παρακαλῶν αὐτὸν, καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος, ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.