Οὐκ ὀλίγως τῶν παρὰ σοῦ λεχθέντων καὶ συναχθέντων διασαλεύει τὴν βεβαίωσιν καὶ τὴν πρὸς αὐτὰ συγκατάθεσιν ἀποβάλλεται, ἐάν τις οὐ παρέργως, ἀλλ’ ἐπιμελῶς, οὐ μόνον τὰ ἐν ταῖς θείαις γραφαῖς ἀνακρίνειεν, ἀλλὰ καὶ τὰ κατὰ τὰς πολυανθρώπους φθοράς τε καὶ πανωλεθρίας ἀναθεωρεῖν οὐκ ἀρνήσοιτο· οἷον τὰς ἐν πολέμοις σφαγάς, τοὺς κατὰ τὰς ἁλώσεις τῶν πολεμίων φόνους, οὐ διακριδὸν ἡλικίαις ἢ γένεσιν ἐπαγομένους, ἀλλὰ κατὰ πάντων ὁμοίως τῶν τῇ πολεμίᾳ χειρὶ ὑπαντώντων χωροῦντας· τοὺς ἐν τοῖς λοιμικοῖς καταστήμασι πολυάνδρους θανάτους, τοὺς ἐκ τῶν σεισμῶν ἢ χασμάτων γῆς αἰφνιδίους συγχωσμούς, ἢ τοὺς ἐν ναυαγίοις καταποντισμούς· ἅτινα ὁ Βασίλειος κοινάς τινας ἐθνῶν ἢ πόλεων πληγὰς διορίζεται, τοῦ κακοῦ κολαζούσας τὴν ἀμετρίαν καὶ εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γινομένας. πῶς δ’ ἂν συναρμοσθείη τοῖς ὑπὸ σοῦ δογματισθεῖσιν τὰ κατὰ τῆς Δαυὶδ ἱστορίας, ὁπηνίκα τῇ τοῦ λαοῦ ἀριθμήσει ἡ τοῦ θεοῦ ἐπηκολούθησεν ἀγανάκτησις, καὶ τριῶν ἀνιαρῶν ἀπειλουμένης ἀποφάσεως, ἐν ἐκλογῇ τῆς ἥττονος εἶναι δοκούσης τὸν ἐπιτιμώμενον συνεχωρήθη γενέσθαι, καὶ προεκρίθη λιμοῦ τριετοῦς καὶ τριμηναίου πολεμίων διωγμοῦ τριήμερος θάνατος ἐξ ἀοράτου χειρὸς ἐπαγόμενος;