Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν, ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Διεξελθὼν τὰ περὶ τῶν ἀπιστησάντων Ἰουδαίων, καὶ διδάξας ὁποῖον αὐτῶν ἔσται τέλος (Ἵνα γὰρ κριθῶσι, φησὶ), διεξέρχεται καὶ τὰ τῶν πιστευσάντων, ὧν καὶ τὸ προοίμιον εὐχαριστία, καὶ ἐπὶ τῇ εὐχαριστίᾳ λέγει· πρῶτον μὲν, ὅτι ἠγαπήθησαν ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἐξελέξατο αὐτοὺς ὥσπερ ἀπαρχὴν εἰς σωτηρίαν, καὶ ὅτι ἡγίασεν, καὶ ὅτι Πνεύματος ἁγίου ἠξίωσεν. «Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.» Ἀναγκαῖον, φησὶ, τοὺς περὶ τοσούτων καυχωμένους ἑστάναι βεβαίως. «Οὗτος δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.» Ὅρα πῶς πάλιν ἐπικουφίζει αὐτῶν τὰς θλίψεις, τὴν παράκλησιν αὐτοῖς ἐλθεῖν εὐχόμενος.