Οὕτως ἄρα δεῖ με αἰτεῖν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὔχεσθαι, ἵνα ἐν τοῖς κατὰ Θεὸν προκόπτωμεν, ὡς τά γε ἄλλα πάντα περιττὰ, καὶ οὐ πάντως χρήσιμα, κἂν ὑγείαν εἴπῃς, κἂν εἰρήνην, κἂν ὁτιοῦν τῶν ἐκτός. «Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.» Τοῦτο ὅπερ ᾔτησε αὐτοὺς ὑπὲρ αὐτοῦ εὔξασθαι, καὶ αὐτὸς ὑπὲρ αὐτῶν εὔχεται. ᾜτησε δὲ, ἵνα ῥυσθῇ ἐκ τῶν ἀτόπων ἀνθρώπων τῶν ἀντικειμένων τῇ πίστει. Τοῦτο οὖν καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται, φυλαχθῆναι ἀπὸ τοῦ πονηροῦ. «Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾽ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε.» Οὐ χρείαν ἔχειν αὐτούς φησι, τῶν λοιπῶν παραινέσεων· Ἤδη γὰρ, φησὶν, αὐτὰς ἐπεδείξατε διὰ τῶν ἔργων· καὶ οὐκ ἀρκεῖσθε ἐπὶ τοῖς γεγονόσιν, ἀλλὰ καὶ μετὰ ταῦτα προσθήσετε. «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Συνεχὴς ἡ προσευχὴ, ἐπειδὴ καὶ περὶ μεγάλων γίνεται. Τοῦτο δέ ἐστι, τὸ ἀγαπῆσαι τὸν Θεὸν, καὶ ὑπομεῖναι ταῖς ὑπὲρ Χριστοῦ θλίψεσι, καὶ συνάψαι τῇ ἀγάπῃ τὴν ὑπομονὴν, μᾶλλον δὲ σφραγίσαι τὴν ἀγάπην τῇ ὑπομονῇ· ὡς εἰ ἀγαπῶμεν, οὐχ ὑπομένομεν δὲ, καὶ ἡ ἀγάπη διαλύεται. «Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν.