Ἐπ᾽ αὐτῶν πάλιν τῶν φρικωδεστάτων μυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ· τὸ γὰρ, Μετὰ τοῦ πνεύματός σου, οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦτο. Τὰ τῆς εὐχαριστίας πάλιν κοινά· οὐδὲ γὰρ ἐκεῖνος εὐχαριστεῖ μόνος, ἀλλὰ καὶ ὁ λαὸς ἅπας. Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν, εἶτα συντιθεμένων ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας. Καὶ τί θαυμάζεις, εἴ που μετὰ τοῦ ἱερέως ὁ λαὸς φθέγγεται, ὅπου γε καὶ μετ᾽ αὐτῶν τῶν Χερουβὶμ καὶ τῶν ἄνω δυνάμεων, κοινῆ τοὺς ἱεροὺς ἐκείνους ὕμνους ἀναπέμπει; Ταῦτα δέ μοι πάντα ἐκεῖνα εἴρηται, ἵνα ἕκαστος καὶ τῶν ἀρχομένων νήφῃ, ἵνα μάθωμεν ὅτι σῶμά ἐσμεν ἅπαντες ἓν, τοσαύτην ἔχοντες πρὸς ἀλλήλους διαφορὰν, ὅσην μέλη πρὸς μέλη καὶ μὴ τὸ πᾶν ἐπὶ τοὺς ἱερέας ῥίπτωμεν, ἀλλὰ καὶ αὐτοὶ, ὥσπερ κοινοῦ σώματος, τῆς Ἐκκλησίας ἁπάσης οὕτω φροντίζωμεν. Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατασκευάζει· πρὸς ἀρετήν. Ἄκουσον γοῦν ἐπὶ τῶν ἀποστόλων, πῶς ἀλλαχοῦ τοὺς ἀρχομένους κοινωνοὺς τῆς γνώμης ἐλάμβανον. Καὶ γὰρ ὅτε τοὺς ἑπτὰ ἐχειροτόνουν, τῷ δήμῳ πρότερον ἐκοινώσαντο· καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν.