Καὶ τοῦτο πάλιν ὁ αὐτὸς ἀπόστολος διδάσκων τοῖς αὐτοῖς ἔγραφε Κορινθίοις ἐν δευτέρᾳ ἐπιστολῇ, ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν· ἡ γὰρ διδομένη χάρις καὶ δωρεά, ἐν Τριάδι δίδοται, παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι· ὥσπερ δὲ ἐκ Πατρός ἐστι δι’ Υἱοῦ ἡ διδομένη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ· τούτου γὰρ μετέχοντες ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος τὴν κοινωνίαν· μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται· οὐ γὰρ ὥσπερ ἑκάστου διῃρημένα καὶ διάφορα τὰ διδόμενα, σημαίνει ὁ ἀπόστολος, ἀλλ’ ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ εἰσι»· καὶ μὴν καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς ἐν ταῖς Πράξεσιν· «ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου», φησί, περὶ τῆς προόδου ταύτης τὸν λόγον ποιούμενος· καὶ πάλιν, «θεασάμενος δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον»· καὶ αὖθις, «ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας»· καὶ ὁ θειότατος Παῦλος ἐν τῇ πρὸς Κορινθίους πρώτῃ, «ἑκάστῳ, λέγει, δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾦ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὑτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὑτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεῖαι γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὑτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται»· καὶ Πέτρος ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι, τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβὼν τοῦτο ἐξέχεεν, ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε· καὶ πάλιν, «μή τοι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὥσπερ καὶ ἡμεῖς;»· καὶ ὁ Κύριος δὲ ἀμφοτέρων τῶν προόδων τοῦ Πνεύματος μνήμην ποιούμενος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ φησίν· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ»· ἐν μὲν οὖν τῷ εἰπεῖν «ὅταν ἔλθῃ», τὴν δεσποτείαν τοῦ Πνεύματος ἔδειξε, καὶ χρόνον ἐνέφηνεν· ἐν δὲ τῷ εἰπεῖν, «ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός», τό τε μὴ ἀντίθεον εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἡμῶν ἕνεκα τὴν πρόοδον ταύτην οὖσαν παρέστησεν· ἐπέμφθη γὰρ ἡμῖν· τῷ δὲ προσθῆναι, «ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», τὴν προαιώνιον καὶ ἀναίτιον ἐκείνην τοῦ θείου Πνεύματος πρόοδον, ὅθεν ἐστί, θεοπρεπῶς παραδέδωκεν.