Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν, καὶ εἶπον. Ὅρα, πῶς εἰσιν ἠκριβωμέναι αὐτῶν αἱ εὐχαί. Ὅτε τὸν ἄξιον εἰς ἀποστολὴν ἠξίουν αὐτοῖς ἀναδειχθῆναι, οὕτως ἔλεγον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον (προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία)· ἐνταῦθα δὲ, ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναντίους ἐχρῆν, περὶ δεσποτείας διαλέγονται· διὸ καὶ οὕτως ἤρξαντο· Δέσποτα ὁ Θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ στόματος Δαυῒδ τοῦ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Καθάπερ συνθήκας ἀπαιτοῦντες τὸν Θεὸν, τὴν προφητείαν εἰς μέσον ἄγουσιν, ἅμα καὶ ἑαυτοὺς παραμυθούμενοι, ὅτι εἰκῆ ἅπαντα μελετῶσιν οἱ ἐχθροί. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Ἐκεῖνα εἰς πέρας ἄγαγε, καὶ δεῖξον, ὅτι κενὰ ἐμελέτησαν. Συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Ὁρᾷς τὴν φιλοσοφίαν, καὶ πῶς οὐχὶ καταρωμένων ἐστὶ ταῦτα;