Εἰ δὲ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα· ἰδοὺ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἐν Κορίνθῳ ἔχων, οὐδὲν ἕτερον ἐγκληθεὶς, ἐπὶ τούτῳ μόνῳ οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις καρποῖς τῆς μετανοίας διορθώσηται τὸ πλημμέλημα, ἀλλὰ καὶ πᾶσα ὁμοῦ ἡ Ἐκκλησία, ἐπεὶ μὴ ἐπεξῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περιβάλλεται τοῖς ἐγκλήμασι. Τί δὲ Ἀνανίας ὁ ἐν ταῖς Πράξεσι; τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκεται, ἢ ἐκεῖνο αὐτό; Ποῦ νῦν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρήματα θεῖναι παρὰ τοὺς πόδας τῶν ἀποστόλων, νοσφισάμενος ἀπὸ τῆς τιμῆς, καὶ ἐπὶ τούτῳ παρ᾽ αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θανάτῳ καταδικάζεται, οὐδὲ τοὺς περὶ μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυγῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ μετανοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ μακάριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκριθεὶς, μόνος δὲ πλείω τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον τῶν τοῦ Θεοῦ κριμάτων;