Διὰ τί μὴ σὺ λαμβάνεις τὸν μισθόν; ὅτι γὰρ καὶ τούτου ἐστὶ μισθὸς, ἄκουσον· Κατέστησαν, φησὶν, οἱ ἀπόστολοι τοὺς περὶ Στέφανον εἰς τὴν τῶν χηρῶν διακονίαν. Γενοῦ σὺ οἰκονόμος τῶν σαυτοῦ· αὐτή σε χειροτονεῖ ἡ φιλανθρωπία, ὁ τοῦ Θεοῦ φόβος. Τοῦτο καὶ κενοδοξίας ἀπήλλακται, τοῦτο καὶ ψυχὰς ἀναπαύει, τοῦτο καὶ χεῖρας ἁγιάζει, τοῦτο καὶ φρόνημα κατασπᾷ, τοῦτο καὶ φιλοσοφίαν διδάσκει, τοῦτο προθυμότερον ἐργάζεται, τοῦτό σε τὰς εὐλογίας ποιεῖ λαβεῖν· ἄπεισιν ἡ κεφαλή σου δεχομένη πάσας τὰς παρὰ τῶν χηρῶν εὐλογίας. Προθυμότερος γενοῦ ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρημίαις καθημένους, τοὺς οὐ δυναμένους ἐπαιτεῖν, τοὺς προσανέχοντας τῷ Θεῷ βάδιζε μακρὰν ὁδὸν, δίδου διὰ σαυτοῦ· πολλὰ γὰρ ἔστι δι᾽ ἑαυτοῦ ὠφελῆσαι, ἐὰν δῷς. Ὁρᾷς σκηνὴν, καὶ καταγώγιον; ὁρᾷς ἐρημίαν; ὁρᾷς μόνωσιν; Πολλάκις ἀπελθὼν δοῦναι χρήματα, ἔδωκας τὴν ψυχὴν ὁλόκληρον, καὶ κατεσχέθης, καὶ γέγονας συναιχμάλωτος ἐκείνου, συνεξενίτευσας τῷ κόσμῳ. Μέγα πρᾶγμα καὶ πένητας ὁρᾷν. Ἀγαθὸν, φησὶν, εἰσελθεῖν εἰς οἰκίαν πένθους, ἢ εἰς οἰκίαν γέλωτος. Ἐντεῦθεν ἡ ψυχὴ φλεγμαίνει. Ἂν μὲν γὰρ ἔχῃς ὁμοίως τρυφᾷν, προτροπὴν ἔλαβες εἰς σπατάλην· ἂν δὲ μὴ ἔχῃς, λύπην ἐδέξω. Εἰς δὲ τὴν οἰκίαν τοῦ πένθους οὐδὲν τοιοῦτον, ἀλλὰ κἂν μὴ ἔχῃς τρυφᾷν, οὐκ ἤλγησας, κἂν ἔχῃς, καταστέλλῃ.