Εʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ αὐτό.
Ἔοικας τὴν κατάστασιν τῆς Ἐκκλησίας, τὴν ἐπὶ τῶν προτέρων χρόνων, ἀγνοεῖν. Οὐ γὰρ ἂν γινώσκων περὶ τούτων ἠπόρησας. Ἐγὼ δέ, δακρύσας θερμῶς, ὅτι τὰς θήκας ἔχοντες τοῦ πλούτου, τὸν πλοῦτον αὐτὸν διὰ ῥᾳθυμίαν, τόγε ἐμαυτοῦ φημι μέρος, ἀπωλέσαμεν, ἐπὶ τὸ σαφηνίσαι τὰ δηλωθέντα ἥξω. Οἱ ἀπόστολοι σῶμα ἔχοντες θνητόν, καὶ πηλοῦ παντὸς ἀσθενέστερον, ἐλαυνόμενοί τε καὶ διωκόμενοι, νεκροὺς ἤγειρον, παραλυτικοὺς ἔσφιγγον, νοσοῦντας ἰῶντο, δαίμονας ἤλαυνον, προφήτευον τὰ μέλλοντα, Πνεύματος ἁγίου παρουσίαν προυξένουν. Ἢ οὐκ ἤκουσας τοῦ Σίμωνος φήσαντος αὐτοῖς, «Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον;» Τί τούτου τοῦ πλούτου ἴσον; τί δὲ τιμαλφέστερον; Ἐγὼ εἰ πάσης τῆς γῆς συναγαγών τις τὰς βασιλείας, τὴν Ἀσσυρίων λέγω, καὶ Περσῶν, καὶ Μακεδόνων, καὶ Ῥωμαίων, μίαν τῷ λόγῳ ποιήσειε, καὶ παραβάλλοι τούτῳ τῷ πλούτῳ, ὡς ἀνοήτου παιδὸς καταγνώσομαι, καὶ μὴ εἰδότος διακρίνειν πραγμάτων φύσιν. Εἰ δὲ καὶ τὰ τούτων μείζονα ἐννοήσειας, μείζονα ὄψει τὸν πλοῦτον· συνέστιοι καὶ ὁμοτράπεζοι τοῦ πάντων Δεσπότου γεγένηνται, ὁμιλίας κατηξιώθησαν θείας, παιδεύσεως ὑπερφυοῦς, υἱοθεσίας καὶ φιλίας ἐντὸς ἐγένοντο.