Ὁ δὲ λόγος ἐστὶ περὶ τῆς τοῦ κόσμου σωτηρίας, τῆς πάλαι μὲν ἐξ ἀϊδίου παρὰ Θεῷ βεβουλευμένης καὶ ὁρισθείσης, ἐμφανῶς δὲ νῦν καταστησάσης, καὶ γινωσκομένης παρὰ τοῖς ἀξίοις τῆς γνώσεως, οὐ διὰ σοφίας σαρκικῆς, ἀλλὰ διὰ τῆς ἀποκεκρυμμένης ἀεὶ παρὰ Θεῷ, ὑπερκοσμίου τυγχανούσης, καὶ ἐν Πνεύματι ἁγίῳ κειμένης, ἧς δέονται καὶ οἱ ἐκ τῆς ἀνθρωπίνης σοφίας ἐρχόμενοι, καὶ οἱ ἐκ νόμου, ὅτι μήτε νόμος ἐξέφηνεν ἀργῶς τὸ μυστήριον, μήτε κόσμος κατέλαβεν. «Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.» Διὰ τοῦτο, φησὶν, εἴρηκα τοὺς πάντας θησαυροὺς τῆς σοφίας ἐν Χριστῷ τυγχάνειν, ἵνα μὴ τὴν ἔξωθεν σοφίαν ἐπιζητῆτε. Ἐπειδὴ καὶ οὐ παρὼν ὑμῖν σωματικῶς, πάρειμι πνευματικῶς, καὶ χαίρω ἐπὶ τῇ πίστει, καὶ εὐταξίᾳ τῆς Ἐκκλησίας. Βλέπω δὲ καὶ τὸ ἐνδεὲς ὑμῶν, καὶ τὸ ἐν χρείᾳ τῆς διδασκαλίας.