Ἐπὶ γὰρ πίστει γνῶσις ἀναγκαία. «Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι, καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε περισσεύοντες ἐν αὐτῇ.» Ἐπειδὴ μήπω διὰ τῆς ἐπιστολιμαίου διδασκαλίας οἶδεν αὐτοὺς δυναμένους φθάνειν εἰς τὸ τῆς σοφίας βάθος, πρὸς ἀσφάλειαν παραγγέλματι αὐτοὺς προκαταλαμβάνει, λέγων ἀγαθὴν εἶναι τὴν παράδοσιν ἣν παρειλήφασι, καὶ μόνην ἀληθῆ τὴν περὶ Χριστοῦ διδασκαλίαν, ἣν ὁ Ἐπαφρᾶς παραδέδωκεν, καὶ δεῖν τὸ βέβαιον ἐπὶ τῇ πίστει φυλάξαι, καὶ προσθεῖναι τὴν τῆς ἀγάπης ἐποικοδόμησιν, καὶ προκόπτειν ἐν ἔργοις ἀγαθοῖς ἀεὶ, καὶ τὰ τῶν θλίψεων ἐν ὑπομονῇ μετ᾽ εὐχαριστίας. «Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.» Πλεονάζει κατὰ ταύτην τὴν ἐπιστολὴν πρὸς Ἕλληνας καὶ Ἰουδαίους διαλεγόμενος, ἑκατέρας ἐκτροπῆς ἀφαιρῶν τοὺς πεπιστευκότας. Πρῶτον μὲν οὖν τὴν ἐκ φιλοσοφίας ἀποσύλησιν φυλάττεται, κενὴν ἀπάτην λέγων εἶναι τὴν φιλοσοφίαν, ὅτι σχήματι καταπλήττει, καὶ πιθανότητι λόγων τῆς ἀληθείας ἀφεστηκυῖα.