Ἴσως δέ τις τῶν ῥᾳθυμοτέρων καὶ οὐκ ἐθελόντων ἐπιμελῶς προσεύχεσθαι καὶ σπουδαίως, ἐκεῖνα τὰ ῥήματα φήσειεν ἂν εἰρηκέναι τὸν Θεὸν, ὡς Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς· ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν τὴν προσευχὴν ἐνόμιζον, εἰκότως ἄν τις τούτοις ἐκέχρητο τοῖς λόγοις· ἐπεὶ δὲ κεφάλαιον εἶναι ἀγαθῶν τὴν προσευχήν φημι, καὶ κρηπῖδα καὶ ῥίζαν τοῦ λυσιτελοῦντος βίου, μηδεὶς ἐπὶ προφάσει ῥᾳθυμίας ἐκείνοις κεχρήσθω τοῖς λόγοις. Οὐδὲ γὰρ σωφροσύνη μόνη δύναται σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ χρηστότης, οὐδὲ ἄλλο τι τῶν σπουδαίων, ἀλλὰ δεῖ πάντα συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς· προσευχὴ δὲ ὥσπερ ῥίζα καὶ κρηπὶς ὑπόκειται. Καὶ ὥσπερ πλοῖον καὶ οἰκίαν τὰ κάτωθεν ἰσχυρὰ ποιεῖ καὶ συνέχει, οὕτω τὸν ἡμετέρον βίον αἱ προσευχαὶ συγκρατοῦσιν· ἄνευ δὲ ταύτης οὐδὲν ἂν ἡμῖν ἀγαθὸν, οὐδὲ σωτήριον γένοιτο. Διὰ τοῦτο ὁ Παῦλος ἔγκειται συνεχῶς ἡμῖν διακελευόμενος, καὶ λέγων· Τῇ προσευχῆ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ· καὶ ἀλλαχοῦ, Ἀδιαλείπτως προσεύχεσθε, φησὶν, ἐν παντὶ εὐχαριστοῦντες· τοῦτο γάρ ἐστι θέλημα Θεοῦ· καὶ ἑτέρωθι πάλιν, Προσεύχεσθε ἐν παντὶ καιρῷ ἐν πνεύματι, εἰς αὐτὸ ἀγρυπνοῦντες, ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.