εἶπεν δὲ Ἐζεκίας· „πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐθέν ἐστιν ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ <τὰ> ἐν τοῖς θησαυροῖς μου“. καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· „ἄκουσον λόγον κυρίου παντοκράτορος Σαβαώθ. ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀρθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης καὶ εἰς Βα<βυ>λῶνα ἥξει καὶ οὐ<δὲν οὐ μὴ καταλίπωσι>, λέγει <ὁ κύριος καὶ ἀπὸ τῶν τέκνων σου [οἵτινες ἐξελεύσον>ται ἔκ <σου] ὧν> ἐγέννη<σας> λήμψονται καὶ <σπάδοντ>ες ἔ<σονται> ἐν τῷ οἴκ<ῳ> τοῦ βασιλέως“. <Ἵ>να <οὖν πληρωθῇ τὸ ὑπὸ τοῦ κυρίου> εἰρη<μ>έ<νον> καὶ ὁ προφ<ήτης> ἀλη<θεύω>ν φανῇ, „ἦλθε<ν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶ>νος“ <καὶ ἔλαβεν πάν>τα<ς θησαυροὺς τοὺς εὑρε>θέντας <ἐν οἴκῳ> τοῦ κυρίου καὶ τὸν λαὸν <ᾐχμαλ>ώτευσεν, τούς τε <υἱοὺς> τοῦ βασιλέως καὶ ἐκ τῶν φορθομμὶν τοὺς εὐγενεστέρους ἔλαβεν ἑαυτῷ εἰς παῖδας, ἐν οἷς ἐπιλεγεὶς καὶ ὁ Δανιήλ, <ὁ Ἀνανίας, ὁ Μισαὴλ> καὶ ὁ Ἀζαρίας, ὧν τὸ μὲν γένος παρεσιώπησεν ἡ γραφή, τὸ δὲ εὐλαβὲς τούτων καὶ πιστὸν καὶ τὴν γενομένην ἐκεῖ πρᾶξιν διηγήσατο. αὐτοὶ γὰρ φόβον θεοῦ ἐκ παιδὸς κεκτημένοι οὐκ ἐθέλησαν μεταλαβεῖν ἐκ τῆς τραπέζης τοῦ βασιλέως οὐδὲ ἐκ τοῦ οἴνου τοῦ πότου <αὐτοῦ> πιεῖν, ἵνα <μὴ μιάνω>σιν <τὸ> ἑαυτῶν <κα>θαρ<ὸν στόμα>.