Καὶ ἐγένοντο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα, Δανιὴλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήλ. Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν Δανιὴλ Βαλτάσαρ, καὶ τῷ Ἀνανίᾳ Σεδρὰχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγὼν [scr. Ἀβδεναγὼ], καὶ τῷ Μισαὴλ Μισάχ. Τῷ Δανιὴλ, φησὶ, Βαλτάσαρ ἐπέθηκεν ὄνομα. Καὶ ὁ θεὸς αὐτῶν οὕτως ἐλέγετο, μᾶλλον δὲ ὁ υἱὸς τοῦ βασιλέως οὕτως ἐλέγετο. Ἐτόλμησε κἂν οὖν τὸν αἰχμάλωτον οὕτω καλέσαι; Μάλιστα μὲν οὖν ἐτόλμησεν ἄν· πλὴν οὐκ ἔστι τὸ αὐτὸ ὄνομα, ἀλλὰ πολλὴ ἡ διαφορὰ, ὥσπερ ἐπὶ τοῦ Ἰωσὴφ, προσεκύνησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ τί μέγα τὸ ὄνομα τοῦτο κληθῆναι αὐτόν; οὐχ ὁρῶμεν καὶ νῦν τοῖς τῶν βασιλέων ὀνόμασιν ἰδιώτας καλουμένους πολλούς; Ἀλλ᾽ οὐκ ἐν τοῖς βασιλείοις, φησί. Τίνος δὲ ἕνεκεν ἡ τῶν ὀνομάτων μεταβολὴ γίνεται; Ὅρα πάντοθεν οἰκονομούμενα τὰ πράγματα. Οὐ πρῶτον ὁρᾷ τὸ ἐνύπνιον, ἕως τοῦ πληρωθῆναι τὰ τρία ἔτη.