Φλογοφόρε λαβίς, ἣν 〈ὁ μέγας ἐν Προφήταις〉 Ἠσαΐας ἑώρακεν· ὄρος ἀρεταῖς κατάσκιον, ὃ προεῖδεν Ἀββακούμ· ὄρος ἀλατόμητον τοῦ Δανιήλ· πύλη ἡ κατὰ ἀνατολὰς βλέπουσα τοῦ Ἰεζεκιήλ· παράδεισε ἐν Ἐδὲμ ἁγιώτατε· ξύλον τὸ ζωηφόρον τὸν ὡραιότατον καὶ ἡδύτατον καρπὸν φέρον· μῆλον εὔοσμον, ῥόδον ἡδύπνοον, ἄνθος ἀμάραντον, κρίνον λευκότατον, ἐσφραγισμένον βιβλίον, ὃ οὐδεὶς ἀναγνῶναι δύναται· παρθενίας ὁ τύπος ὁ ἄγραφος, ὅρασις τῶν Προφητῶν ἡ τιμία, 〈ἡ θεοποίκιλτος στολή,〉 ἡ θεοΰφαντος πορφύρα· τὸ πάσης προφητείας ἐκφανέστατον πλήρωμα, στόμα ἀσίγητον τῶν Ἀποστόλων, θάρσος ἀνίκητον τῶν ἀθλοφόρων, βασιλέων στήριγμα, ἱερέων καύχημα, πταιόντων συγχώρησις, Κριτοῦ δικαίου δυσώπησις, ἀνάστασις τῶν πεπτωκότων, ἀνάπλασις τῆς ἐμῆς ψυχῆς καὶ τοῦ σώματος κοσμοπόθητε.
Μετάφραση
Φλογοφόρε λαβίδα, την οποία ο μέγας μεταξύ των προφητών Ησαΐας είδε· όρος κατάσκιο από αρετές, το οποίο προείδε ο Αββακούμ· αλατόμητο όρος του Δανιήλ· πύλη του Ιεζεκιήλ που βλέπει προς τα ανατολικά· αγιότατε παράδεισε της Εδέμ· ζωηφόρο ξύλο που φέρει τον ωραιότατο και γλυκύτατο καρπό· εύοσμο μήλο, γλυκύπνοο ρόδο, αμάραντο άνθος, λευκότατο κρίνο, εσφραγισμένο βιβλίο, το οποίο κανείς δεν δύναται να αναγνώσει· άγραφε τύπε της παρθενίας, τίμιο όραμα των Προφητών, θεοποίκιλτη στολή, θεοΰφαντη πορφύρα· σαφέστατο πλήρωμα κάθε προφητείας, ασίγητο στόμα των Αποστόλων, ανίκητο θάρρος των αθλοφόρων, στήριγμα των βασιλέων, καύχημα των ιερέων, συγχώρεση όσων σφάλλουν, ικεσία προς τον δίκαιο Κριτή, ανάσταση των πεπτωκότων, κοσμοπόθητη ανάπλαση της δικής μου ψυχής και του σώματος.
Περισσότερα
Λεπτομέρειες