Οἰκτειρήσει σου τὴν ψυχήν, «ὡς οἰκτείρει πατὴρ υἱούς», καὶ φωτίσει σου τὴν καρδίαν, ὁ φωτίσας τὰ πρὶν ἐσκοτισμένα.
Καὶ δώῃ σοι ὑπομονὴν τοῦ οἰκῆσαι μετ’ ἐμοῦ τοῦ ἀγαπητοῦ σου μετ’ εἰρήνης ἕως ὑστέρας ἀναπνοῆς, καθὼς καὶ πρὸ χρόνου ἐδήλωσεν ἡμῖν διὰ τῆς χάριτος αὑτοῦ, ὁ φήσας· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Καὶ δώῃ ἡμῖν τὴν εἰρήνην μετ’ ἀλλήλων ἕως τέλους, ἣν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς. Καὶ δώῃ ἡμῖν ἐλθεῖν εἰς τὴν τελείαν αὐτοῦ ἀγάπην, ὁ εἰπών· «Εἰ ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.» Καὶ πάλιν εἶπεν· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.» Εἰ εἴχομεν τοιαύτην ἀγάπην, οὐδὲν ἡμᾶς ἐχώριζεν ἀπ’ ἀλλήλων ἕως θανάτου. Ἀλλ’ ὅμως γέγραπται· «Καὶ νῦν Ἰσραήλ», καὶ πάλιν· «Ἐὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπαναστῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς.» Ἐγὼ τὸν λόγον τῆς Ῥοὺθ λέγω σοι· «Μή μοι εἴη ἀποχωρισθῆναί σου, ἀλλ’ ὁ θάνατος ἀποχωρίζει ἀναμέσον ἐμοῦ καὶ σοῦ.» Εἰ δὲ σὺ τίποτε παρασαλεύσεις ἐκ τούτων, ἐγὼ ἀθῷός εἰμι κατὰ πάντα, σὺ ὄψει καὶ ἀπολογήσῃ ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Καὶ γὰρ ἐγὼ τὴν ψυχήν μου ἡδέως τίθημι εἰς θάνατον ὑπὲρ σοῦ τοῦ ἀδελφοῦ μου. Καὶ οὐκ ἔστιν ἐντολή, ἡσύχασον πεποιθώς, θαυμάζων καὶ δοξάζων τὸν λυτρωσάμενόν σε Θεὸν ἀπὸ κινδύνων μεγάλων καὶ θλίψεων καὶ πειρασμῶν ποικίλων.