Οὐ γὰρ δὴ συνίης ὅτι σχέσει τῇ κατ᾽ ἀγχιστείαν συνημμένοι τοῖς ἐξ Ἰσραὴλ, ἀφιλόστοργοί τε καὶ ἀτεράμονες, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, ἐξ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων; Ἐποικτεῖραι γὰρ δέον ὡς ἀδελφοὺς, ἐν ἱδρῶσιν ὄντας καὶ πόνοις, ἐξίασι καταδῃώσαντες. Τοιγάρτοι φησὶν ὁ νόμος· «Οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου, παρὰ τὸ μὴ συναντῆσαι ὑμῖν αὐτοὺς μετὰ ἄρτου καὶ ὕδατος, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου,» τοῦτ᾽ ἔστι, διὰ τὸ ἄγαν ἀσυμπαθὲς, καὶ ἀγρίων ἐκπεφοιτηκὸς εἰς ἀνοσιότητα τρόπων. Ἴδοις δ᾽ ἂν ὅτι τοιοῦτοι πρὸς ἡμᾶς τοὺς ὀρθοποδεῖν ᾑρημένους οἱ τῶν αἱρετικῶν λαοὶ καὶ ἡγούμενοι. Ὅσον γὰρ ἧκεν εἴς γε τὸ ἕνα καὶ μόνον εἰδέναι Θεὸν τὸν Πατέρα, καὶ τὴν εἰς Υἱὸν καὶ τὸ Πνεῦμα προσίεσθαι πίστιν, εἰ καὶ μὴ εἰσάπαν ὑγιῶς δόξαν ἔχουσιν οὐκ ἀληθῆ τῆς πρὸς ἡμᾶς ἀδελφότητος, καὶ νοθηφοροῦσι γνώμῃ τὸ συγγενὲς, ἀλλ᾽ ἐν διωγμοῖς οὖσιν οὐκ ἐπαμύνουσι, μᾶλλον δὲ καὶ ταῖς παρὰ σφῶν ἐπιφορτίζουσι μοχθηρίαις. «Ἐξ ἡμῶν γὰρ ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν,» κατὰ τὸ γεγραμμένον. «Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν.» Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, κατάπλαστον ἔχουσι τὸ ἐπιεικὲς, οὐ μὴν ἔτι καὶ δρᾷν εἰωθόσι τὰ εἰς δόξαν αὐτοῦ, προσφωνήσειεν ἂν καὶ μάλα εἰκότως· «Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ, σκορπίζει.»