Τί οὖν ποιεῖ, καὶ πῶς αὐτὴν λύει; Δι᾽ ὧν ἔλυσε καὶ τὰ ἀνωτέρω. Ὥσπερ γὰρ ἐκεῖ οὐ τὰ ἐγκώμια αὐτῶν εἶπεν, ἀλλὰ τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐ τὰ αὐτῶν κατορθώματα· τὸ γὰρ Ἰουδαῖον ὀνομάζεσθαι, καὶ γινώσκειν τὸ θέλημα, καὶ δοκιμάζειν τὰ διαφέροντα, οὐκ αὐτῶν ἦν κατόρθωμα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· ὅπερ καὶ ὀνειδίζων αὐτοῖς ὁ προφήτης ἔλεγεν· Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς· καὶ ὁ Μωϋσῆς πάλιν, Ἐρωτήσατε, εἰ γέγονε κατὰ τὸ ῥῆμα τοῦτο, φησὶν, εἰ ἤκουσεν ἔθνος φωνὴν Θεοῦ ζῶντος ἐκ μέσου τοῦ πυρὸς, καὶ ἔζησε· τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Ὥσπερ γὰρ, ὅτε ἔλεγε περὶ τῆς περιτομῆς, οὐκ εἶπεν, ὅτι Ἡ δὲ περιτομὴ οὐδὲν ὠφελεῖ χωρὶς βίου, ἀλλὰ, Περιτομὴ ὠφελεῖ μετὰ βίου, τὸ αὐτὸ μὲν δηλῶν, ἡμερώτερον δέ· καὶ πάλιν, Ἐὰν δὲ παραβάτης νόμου ᾖς, οὐκ εἶπεν, Οὐδὲν ὠφελῇ σὺ ὁ ἐμπερίτομος, ἀλλ᾽, Ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ μετ᾽ ἐκεῖνο δὲ πάλιν, Κρινεῖ, φησὶν, ἡ ἀκροβυστία οὐχὶ τὴν περιτομὴν, ἀλλὰ σὲ τὸν παραβάτην νόμου, τῶν μὲν νομίμων φειδόμενος, τοὺς δὲ ἀνθρώπους βάλλων· οὕτω καὶ ἐνταῦθα ποιεῖ. Ἀντιθεὶς γὰρ ἑαυτῷ τοῦτο, καὶ εἰπὼν, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; οὐκ εἶπεν, ὅτι Οὐδὲν, ἀλλὰ συνέδραμε τῷ λόγῳ, καὶ διὰ τῶν ἑξῆς πάλιν αὐτὸ ἀνεῖλε, καὶ ἔδειξε καὶ κολαζομένους ἀπὸ ταύτης τῆς προεδρίας. Καὶ πῶς; Ἐγὼ λέγω, τὴν ἀντίθεσιν εἰς μέσον ἀγαγών.